Αἰῶνες ἤτοι θεοὶ ἤτοι ἄγγελοι (καλοῦνται γὰρ παρ᾿ αὐτοῖς ὀνόμασι διαφόροις) κατὰ τὴν ἰδέαν τοῦ αὐτῶν πατρὸς Ἰαλδαβαὼθ ἔπλασαν τὸν ἄνθρωπον, οὐ ῥᾳδίως οὐδὲ ταχέως, ἀλλὰ τῷ αὐτῷ τρόπῳ ᾠ καὶ αἱ πρότεραι αἱρέσεις ἐμηχανήσαντο ἐν τῇ αὐτῶν κενοφωνίᾳ. φασὶ γὰρ καὶ οὗτοι· ἦν ἑρπετὸν ὁ ἄνθρωπος ὡς σκώληξ, μὴ δυνάμενος
μήτε ἀνακύφειν μήτε ὀρθοῦσθαι.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.