διψάδα γάρ τινα ἔχιδνάν φασιν οἱ ἱστορήσαντες, ἣ οὕτως ἔοικεν λύμην τοιάνδε ἐμποιεῖν· ἐν τόποις γάρ τισιν, ὅπου πύελοι ἐν ταῖς πέτραις ἢ λιβάδες εἰσὶ μικραὶ ἀπὸ πετρῶν χεόμεναι εἰς ὑποδοχήν τινα, 1 2 ἡ αὐτὴ διψὰς ὕδωρ εὑρίσκουσα καὶ πιοῦσα τὸν ἰὸν ἐμβάλλει μετὰ τὸ πιεῖν εἰς τὰς προειρημένας στάσεις στάσεις τῶν ὑδάτων, ὥστε πᾶν ζῷον πλησιάσαν καὶ ποτοῦ κορεσθὲν δοκεῖν μὲν ὠφελεῖσθαι ἐκ τοῦ μεταλαβεῖν, εὐθὺς δὲ παρὰ τὸν ὑποδόχον τῶν ὑδάτων ἐκ τοῦ ἰοῦ τῆς
διψάδος ὑποδεξάμενον καταπίπτειν καὶ θνῄσκειν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.