δωδεκάδος οὕτως ἐξεικονίσθαι παρ᾿ αὐτῷ τὴν δύναμιν· ἥλιον γὰρ λέγειν καὶ σελήνην, ἀστέρας τε καὶ καιρούς, ἐνιαυτούς τε καὶ κήτη, ἔτι <ἔτι τε> ἰχθύας καὶ 1 2 3 ἑρπετά, πετεινά τε καὶ τετράποδα, θηρία τε καὶ ἐπὶ πᾶσι τούτοις δωδέκατον τὸν ἄνθρωπον. οὕτως ὑπὸ τοῦ πνεύματος τὴν τριακοντάδα διὰ Μωυσέως εἰρῆσθαι διδάσκουσιν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.