τήν τε μετὰ τῶν ἡλικιωτῶν τοῦ Σωτῆρος παρουσίαν πρὸς τὴν Ἀχαμὼθ ὁμοίως πεφανερωκέναι αὐτὸν ἐν τῇ αὐτῇ ἐπιστολῇ εἰπόντα »δεῖ τὴν γυναῖκα κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους«. καὶ ὅτι ἥκοντος τοῦ Σωτῆρος πρὸς αὐτὴν δἰ αἰδῶ κάλυμμα ἐπέθετο ἡ Ἀχαμώθ <ἐπὶ τὸ πρόσωπον > Μωσέα πεποιηκέναι φανερόν, κάλυμμα θέμενον ἐπὶ
τὸ πρόσωπον αὐτοῦ.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.