καὶ ὑπόστασιν τῶν πάντων, τέτρασιν ὀνόμασι παρ᾿ αὐτοῖς καλουμένην, Βυθῷ καὶ Νῷ καὶ Λόγῳ καὶ Ἀνθρώπῳ. εἶναι γὰρ αὐτῶν ἕκαστον ἀρρενόθηλυν, οὕτως· πρῶτον τὸν Προπάτορα ἡνῶσθαι κατὰ συζυγίαν τῇ ἑαυτοῦ Ἐννοίᾳ, τὸν δὲ Μονογενῆ τουτέστιν τὸν Νοῦν τῇ Ἀληθείᾳ, τὸν δὲ Λόγον τῇ Ζωῇ καὶ τὸν Ἄνθρωπον τῇ Ἐκκλησίᾳ.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.