ὦ Ἐβίων, τουτέστιν ὡς ὁ διδάσκαλος, πολὺ ἠπάτησαι. μὴ ἐν τῇ περιτομῇ ἀπεικάζου, ἀλλὰ κάλεσον τὸν Λάζαρον ἀπὸ μνημείου ἢ ἄλλον νεκρὸν ἔγειρον, P162 λεπροὺς καθάρισον ἢ τυφλοῖς χάρισαι τὸ βλέπειν ἢ ἐκ γενετῆς παραλυτικὸν ἴασαι, εἰ δύνῃ· οὐ δύνῃ δέ, ὅτι ἐναντίως πράττεις, ἀπιστίᾳ κατεχόμενος καὶ δεσμοῖς σαρκὸς καὶ
δικαιώμασι νόμου ἀπληρώτοις.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.