τῆς αὐτῆς Μαρίας, σῴζεται δὲ οὑτος, ἄρα καὶ αὐτοὶ σωθήσονται οἱ τοῦτον γεγεννηκότες. καὶ εἰ ἡ Μαρία καὶ ὁ Ἰωσὴφ ἀπὸ τοῦ δημιουργοῦ ὑπάρχουσιν, ἄρα τὸν δημιουργὸν κτιστὴν <καὶ τοῦ Ἰησοῦ> καὶ οὐκέτι ἐν ὑστερήματι ἔσται ὁ τὸν Ἰωσὴφ καὶ τὴν Μαρίαν ποιήσας, Ι ἐξ ὧω ὁ Ἰησοῦς παρὰ τοῦ ἄνω ἀγνώστου πατρὸς ὑπάρχει. εἰ
1
δὲ καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ τῶν ἀγγέλων ἐστὶ καὶ ὁ δημιουργὸς εἷς ἐστι τῶν ἀγγέλων, ἄρα γε ἀτοπήματι τῷ ἐνὶ πάντες περιπεσοῦνται, ὁποίῳ καὶ οἱ ἄγγελοι περιπεπτώκασι, καὶ ἀσύστατον εἴη ἂν τὸ παρ 2 αὐτῶν δραματούργημα, δηλητηρίου ἔμπλεον καὶ πάσης ἰώδους διδασκαλίας μεμεστωμένον.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.