μᾶλλον δὲ κακοηθείας καὶ κυβείας ἔργον τὸ τοιοῦτον, ὅτι > κύριος κυβείᾳ τινὶ ἑαυτὸν κρύψας ἄλλον ἀντ' αὐτοῦ παρέδωκε· καὶ ἔσται ἡ παρὰ σοῦ μωρολογία συκοφαντοῦσα μὲν τὴν ἀλήθειαν Ö 156 μὴ δυναμένη δέ, ἀλλὰ ἐλεγχομένη ὑπ' αὐτῆς τῆς ἀληθείας ἀσυστάτως τὸ ποίημα τοῦτο εἰσηγουμένη.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.