ὃν νομίζουσιν Ελληνες ἐπίτηδες γεγενῆσθαι, ἔλεγε πάλιν ὁ γόης ὅτι ἄγνοιά ἐστι ἐστι τῶν ἐθνῶν· καὶ »ὡς οἱ Φρύγες ἕλκοντες αὐτὸν ἀγνοίᾳ τὸν ἴδιον ὄλεθρον ἐπεσπάσαντο, οὕτω γὰρ] καὶ τὰ ἔθνη τουτέστιν οἱ ἄνθρωποι 1 2 οἱ ἐκτὸς τῆς ἐμῆς γνώσεως διὰ τῆς ἀγνοίας ἕλκουσιν ἑαυτοῖς τὴν ἀπώλειαν«.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.