τε καὶ τὰς προφητείας ἀπὸ νόμου τε καὶ ψαλμῶν καὶ τῶν ἄλλων τὰς ἀκολουθίας καὶ ἀγωγὰς ἔνεστιν ἰδεῖν καὶ τὴν ἀκρίβειαν κατα- λαβέσθαι, ὡς οὐ νόθος ἀλλὰ ἀληθὴς καὶ προκαταγγελθεῖσα ἀπὸ τῆς παλαιᾶς διαθήκης καὶ ἀναμφίβολός ἐστιν ἡ ἔνσαρκος τοῦ Χριστοῦ παρουσία D 338 καὶ εὐαγγελικὴ διδασκαλία. ἴνα δὲ μὴ εἰς ὄγκον παρεκτείνω
τὴν τῆς συντάξεως πραγματείαν, τούτοις ἀρκεσθήσομαι.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.