ἐθάρρουν τούτῳ ὡς ζῶντι καὶ ἀθανάτῳ ὄντι εἰς τὸν αἰῶνα· ὁπότε δὲ σήμερον μὲν ἐλούσαντο, οὐχ ἕνεκεν πλύσεως σώματος ἢ ῥύπου, ἀλλ’ ἕνεκεν ἁμαρτημάτων, ἄρα κατ᾿ αὐτοὺς ἐκαθαρίσθη· αὐθις δὲ τῇ ἑξῆς πάλιν λουόμενοι ἀπεφήναντο τὸ παρελθὸν ἐν τῇ χθὲς τεθνάναι 1 2 βάπτισμα. εἰ μὴ γὰρ τὸ πρὸ μιᾶς ἐτεθνήκει, οὐχ ἂν εἰς τὴν ἑξῆς ἑτέρου ἐπεδέοντο πρὸς καθαρισμὸν ἁμαρτημάτων.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.