ἐν αὐτῇ μοναστήριον. ἀγκυρωτὸς δὲ κέκληται ὁ λόγος λόγος ὅτι ἀγκύρας δίκην τὸν περὶ τῆς ζωῆς καὶ σωτηρίας ἐρευνῶντα νοῦν ἄγει, διὰ τὸ περισυλληπτικὸν τῆς ἐν αὐτῷ συντάξεως περὶ πολλῶν τῆς πίστεως μερῶν, φημὶ δὴ τοῦ περὶ τῆς πατρὸς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος ὁμοουσιότητος, τοῦ περὶ τελείας τῆς Χριστοῦ ἐνσάρκου παρουσίας, τοῦ περὶ ἀναστάσεως νεκρῶν καὶ ζωῆς αἰωνίου καὶ
κρίσεως σαρκός τε καὶ ψυχῆς ἐπὶ τὸ αὐτὸ καὶ τοῦ κατὰ εἰδώλων τε καὶ αἱρέσεων ἐν μέρει καὶ Ἰουδαίων καὶ τῶν ἄλλων. περιέχει δὲ καὶ τῶν ὀγδοήκοντα αἱρέσεων τὰ ὀνόματα καὶ τῶν ἐν τῇ θείᾳ γραφῇ ἄλλων ζητημάτων τὴν σαφήνειαν. ἐγράφη δὲ τοῖς ἐν Σουέδροις τῆς Παμφυλίας, αἰτήσασι δι’ ἐπιστολῶν τῶν ἐν τούτῳ προτε- ταγμένων τῆς τοῦ λόγου πραγματείας. ἐΠράχθη δὲ ταῦτα ἐν ἔτει ἐνενηκοστῷ μὲν
ἀπὸ Οὐαλεντινιανοῦ Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος δὲ δεκάτῳ, δεκάτῳ, δὲ ἕκτῳ.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.