ἑρμηνευόμενον μὴ ἀνακάμψῃς ἢ μὴ προστεθείης ἢ πάλιν μὴ περισσεύσῃς, ψιλούμενον δὲ τῇ λέξει μὴ ἐκζέσῃς· οἱ δὲ ἑρμηνευταὶ ἐξέδωκαν οὕτως. καὶ ⟨εἰ⟩ θέλεις μαθεῖν ὅτι ταῦθ᾿ οὕτως ἕχει καὶ θάνατος ἀπὸ πατρὸς ὡρίζετο τούτῳ ἡμαρτηκότι, Μωυσῆς σοι σαφηνίσει. εὐλογῶν γὰρ καὶ αὐτὸς τὰς δώδεκα φυλὰς ἐπὶ τὸν Ῥουβεὶμ ἐλθῶν 4
καὶ γνοὺς ὅτι ἱερὺς ἱερεὺς Λευί ἐν χειρὶ γὰρ τῆς ἱερωσύνης ἐλύετο καὶ ἐδεσμεύετο τὰ ἁμαρτήματα), φησί »ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃ‘. πῶς δὲ ἐδυνατο ζῆν ὁ πρὸ ἑκατὸν εἴκοσι ἕξ ἐτῶν τεθαμμένος; ἀλλ’ 5 6 ἐπεὶ ᾔδει καὶ τὴν ἀνάστασιν κατὰ πάντα μέλλουσαν ἔσεσθαι, οἶδε δὲ θάνατον δεύτερον τὸν διὰ καταδίκης ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως,
βουλόμενος αὐτὸν ἀντὶ τῆς μιᾶς τιμωρίας κουφίσαι ἀπὸ τῶν μελλόντων φησί »ζήτως« ἐν*τῇ ἀναστάσει, σημαίνων· | ᾔδει ᾔδει γὰρ ὅτι 7 P101 ζλήσονται ἅπαντες) καὶ μὴ ἀποθάνῃ«, τουτέστι μὴ περιβληθῇ θανάτῳ δευτέρῳ τῷ διὰ καταδίκης καὶ βασάνῳ αἰωνίᾳ. εἰ γὰρ περὶ τῆς 8 ζημίας τῆς ζωῆς αὐτῷ ἔμελεν, ἤρκει εἰπεῖν μόνον »ζήτω Ῥουβείμ«·
ἐπειδὴ δὲ περὶ τῶν μελλόντων σημαίνει, λέγει ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃι«.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.