ἐσταυρωμένον, τὸν ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ εἰς οὐρανοὺς ἀνελθόντα. »ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ« κατὰ τὸ γεγραμμένον·
τῆς, ἡμῶν ἐλπίδος τὴν χάριν εὐδοκίᾳ πατρὸς θελήσει υἱοῦ σὺν θελήσει ἁγίου πνεύματος, * τῆς αὐτῆς θεοῦ οἰκονομίας. 1
τὸ θεῖον γράμμα περὶ ἀναστάσεως; πρῶτον τὸ τοῦ Ἄβελ αἷμα κηρύττει· μετὰ γὰρ τὸ ἀποθανεῖν »ἔτι λαλεῖ«, ⟨ὥς⟩ φησιν ἡ γραφή. »Ἐνὼχ μετετέθη καὶ οὐχ ηὑρίσκετο καὶ οὐκ εἶδε θάνατον· εὐηρέστησε γὰρ τῷ θεῷ«. Νῶε κιβωτὸν κατεσκεύασεν ἐν θεοῦ προστάγματος, ἑαυτῷ παλιγγενεσίαν τῷ οἰκείῳ ἐργαζόμενος οἴκῳ.
παῖδα »νενεκρωμένου ἤδη τοῦ σώματος« καὶ ἐκ νεκρῶν ὁ θεὸς τὴν ἐλπίδα κεχάρισται, νεκρωθείσης μάλιστα »τῆς μήτρας Σάρρας·« καὶ τὸ »πεπαλαιωμένον καὶ ἐγγὺς ἀφανισμοῦ γεγονός«, τῆς κατ᾿ ἐθισμὸν γυναικὸς ἀκολουθίας ἡ ξηρανθεῖσα πηγή, αὖθις δύναμιν λαμβάνει εἰς καταβολὴν σπέρματος καὶ ἡ γηραλέα ⟨ὡς⟩ νεωτέρα
κυΐσκει.
άνακομισθῆναι ἐκ τῆς τῶν Αἰγυπτίων χώρας οὐ παρέργως.
μαρτυρία· »ἐγὼ ὁ θεὸς Αβραὰμ καὶ ό θεὸς Ισαὰκ καὶ ὁ θεὸς Ιακώβ«, τῶν ἐν κόσμῳ μὲν κοιμωμένων παρ΄ D197 ἐμοὶ δὲ ζώντων. ἕν πνεῦμα κοὶ τὸ αὐτὸ τὸ λαλῆσαν ἐν νόμῳ καὶ ἐν εύαγγελίῳ διδάσκον. τοῦτο γὰρ καὶ Σαδδουκαίοις ὁ σωτὴρ ἐσήμαινεν ὁ λαλῶν ἐν τοῖς προφήταις ⟨ἰδοὺ⟩
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.