μᾶλλον ῆπερ ἐκ συνέσεως προβαλλόμενον.
ὡς καὶ ἡ συνήθεια εἴωθε καλεῖν τὰ νεκρὰ σώματα πτώματα τοίνυν εἰ άνάστασις παῥ αὐτοῖς ὸμολογεῖται, παντί τῳ δῆλόν ἐστιν ⟨ὅτι⟩
ἡμέραις ὸλοκαυτοῦσι μὲν τὰ ἐδέσματα σπένδουσι δὲ τοὺς οἴνους, μηδὲν μὲν τοὺς νεκροὺς ὠφελοῦντες ἑαυτοὺς δὲ μᾶλλον βλάπτοντες.
ἀνάστα, φάσκοντες, ὁ δεῖνα, φάγε καὶ πίε καὶ εὐφράνθητι. καὶ εἰ μὲν τὰς ψυχὰς ἐκεῖσε νομίζουσιν ἐμπαραμένειν, ἔνθα τὰ λείψανα τῶν τελευτησάντων τέθαπται, ἀγαθή τις τοιαύτη ⟨περὶ⟩ τῶν 1 2 προσδοκία· ἐμπαραμένουσι γὰρ τὴν ἡμέραν τὴν μέλλουσαν καὶ τὴν ἀνάστασιν τῆς παλιγγενεσίας, ἕως τὰ σύνθετα καὶ σύζυγα αὐτῶν ἀπολάβωσι σώματα, εἰ καὶ βδελύττονται οἱ τῶν Ἑλλήνων παῖδες τὴν σάρκα ὡς φαύλην οὖσαν καὶ τέλεον ἀφνιζομένην καὶ ἐλπίδα μὴ
ἔχουσαν ἀναβιώσεως.
ψυχὰς νομίζουσιν εἶναι ἐν μνήμασιν, ἀλλ’ ἐν ταμιείοις τισὶν ἐκ θεοῦ ἑκάστῃ ψυχῇ ἀποτεταγμένοις, κατ᾿ ἀξίαν ὡν ἐν βίῳ ἔδρασάν τε καὶ ἐπολιτεύσαντο· τὰ δὲ σώματα ἰδιαις χερσὶν ἓκαστος τοῦ πέλας ἐν ταῖς θήκαις τῶν σωμάτων εἴτουν ὀστέων κατέθεντο. εὔηθες δ’ ἂν εἴη παρὰ πᾶσιν εἶναι τὴν μίαν ὑπόληψιν τούτων καὶ ἀκολουθίαν
ὡς ἐκ πανταχόθεν ὡμολόγηται, παρὰ δὲ τοῖς ἀπίστοις τοὐναντίον τὰ ἀληθινὰ ἐξαρνεῖσθαι καὶ τὰ ἐν θεῷ δυνατὰ εἰς ἐλπίδας παρ᾿ αὐτοῖς μὴ κεκρατύνθαι. P92
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.