οἱ τελείως ἀρνούμενοι τὴν ἀνάστασιν διὰ τὴν ἀσέβειαν τοῦ πλήθους τῶν παρ’ αὐτοῖς γινομένων ἀνομημάτων· μισοῦσι γὰρ τὴν ἀνάστασιν δι᾿ ἣν μέλλουσιν αἰσχύνην ὑφίστασθαι ἐν τῇ ἀναστάσει, τὸν θεὸν ἀγνοήσαντες καὶ τὰς αὐτοῦ ἐντολάς· πλὴν ὅτι ἀναστήσονται, κἂν μὴ βούλωνται.
καθ’ ἑκάστην ἡμέραν ἀναστάσεως τὸ εἶδος. δύνει γὰρ ἡ ὴμέρα καὶ νεκρῶν αἰνιττόμεθα τὸν τρόπον, P89 κοιμισμὸν αἰνιττομένης τῆς νυκτός· ἀνατέλλει ἡ ἡμέρα ἡμᾶς διυπνίζουσα καὶ ἀναστάσεως ὺποδεικνύουσα τὸ σημεῖον.
προσώπου. σπείρεται ἡ τῆ καὶ βλαστάνει, * ὃτι τὰ τεθαμμένα μετὰ τὴν τομὴν ἀναστήσεται. ἀκρὶς τελευτᾷ, θάψασα τὸ ἐξ αὐτῆς ἀποβληθὲν κύημα ἐν τῇ γῇ καὶ μετὰ καιρὸν ἡ γῆ ἀποδίδωδι τὰ τεθαμμένα· τὰ σπέρματα τῶν γενημάτων σπείρεται καὶ πρῶτον ἀποθνᾐσκει ἔπειτα τελεσφορεῖται·
ἐν ἠμῖν ὁ θεὸς ἐποίησε διὰ τῶν ὀνύχων δέκα καὶ δέκα ἀναστάσεως, μαρτυρούσας περὶ τῆς ἡμῶν ἐλπίδος. ἀλλὰ καὶ ὡς διὰ στεφάνου ἐπὶ τῆς κεφαλῆς διὰ τῆς τριχὸς τὴν ἡμῶν ἀνάστασιν ἐκήρυξε. τὸ γὰρ δοκοῦν ἐν ἡμῖν νεκρὸν σῶμα, τουτέστι τρίχες καὶ ὄνυχες, καθ’ 1 2 ἑκάστην τεμνόμεναι καὶ τεμνόμενοι αὐθις θάλλουσι, σημαίνουσαι τῆς ἀναστάσεως τὴν ἐλπίδα.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.