ἀπὸ τοῦ ῥητοῦ τοῦ »ήμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν«, ἀπ᾿ αὐτοῦ τοῦ ῥητοῦ καταλάβωσιν ὃτι οἱ οἱ λέγοντες »ήμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν« τὸν αὐτῶν νοῦν εἶχον καὶ τοῦτον οὐκ ἐξεπτύκασιν. εἰ δὲ τὸν ἴδιον ἔχοντες ⟨ἠσαν⟩ σὺν τῷ τοῦ Χριστοῦ νῷ, ἀμφοτέρων τοῦ μὲν νοῦ Χριστοῦ βελτιοῦν συναμένου, τοῦ δ΄ αὐτῶν ὀρθῶς
νοοῦντος.
νοῦν εἰληφὼς οὐχ ὑπὸ νοὸς ἣττηται.
ψαλῶ δὲ καὶ τῷ νοΐ" καὶ ὅτι "ὁ νοῦς μου ἄκαρπος ἢ ἔγκαρπός ἐστιν". ἔθετο γὰρ τὸν νοῦν ὁ θεός, ὅνπερ εἴωθεν ἡ γραφὴ καλεῖν καρδίαν, ἡγεμόνα ὡς εἰπεῖν καὶ ἡνίοχον τοῦ παντὸς σκεύους, διακριτὴν ἀγαθῶν τε καὶ φαύλων, δοκιμαστὴν τῶν ἐν ἡμῖν ἐγγινομένων. "νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται". διακριτικὸς δὲ ὁ νοῦς ἐν τῷ ἀνθρώπῳ, οὔπω δὲ συγκαταθετικός, ἐὰν μὴ εἰς τροπὴν ἑαυτὸν δῴη.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.