εἰ μὴ ὸ οὐδὲ οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ«, οὓτως τολμῶ λέγειν ὃτι οὐδὲ τὸ πνεῦμα εἰ μὴ ό υἱὸς ἐξ οὗ λαμβάνει καὶ ό πατὴρ παρ οὑ ἐκπορεύεται καὶ οὐδὲ τὸν υἱὸν καὶ τὸν πατέρα,
ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγτής, προφητῶν καθηγητής, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστήρ ἁγίων ἐκλογεύς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός.
μετρούμενα καὶ περιεχόμενα ἓκαστα.
δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περίβολον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωυσῇ· δεύτερον δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖται, ὡς τὰ ἅγια κοσμοῦσα ἐν λοιπαῖς προφητείαις· τρίτον δὲ δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον καὶ τὰ ἅγια τῶν ἁγίων ῥυθμίζουσα P79 ἐν εὐαγγελικοῖς πρὸς κατοίκησιν ἑαυτῆς· σκηνὴν δὲ] ἁγίαν, ναὸν ἃγιον, ⟨ὃς⟩
τὸν δίκαιον δίκαιον μόνον τὸν] συνόντα τούτοις. κατοικεῖ δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος μία θεότης ἄφθαρτος μία θεότης ἀπερινόητος, ἀκατάληπτος ἀνεκδιήγητος D174 ἀόρατος, ἑαυτὴν γινώσκουσα μόνη, ἑαυτὴν ἐμφανίζουσα οἶς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα καλοῦσα προορίζουσα δοξάζουσα, ἐξ Ἄιδου ὑψοῦσα, ἁγιάζουσα
ἑνοποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν καὶ πίστιν τὰ τρία ταῦτα ἐπουράναι ἐπίγεια καὶ καταχθόνια, πνεῦμα ψυχὴν σάρκα, πίστιν ἐλπίδα ἀγάπην, παρελθόντα ἐνεστῶτα μέλλοντα, αἰῶνα αἰῶνος αἰῶνας αἰώνων σάββατα σαββάτων, περιτομὴν σαρκὸς περιτομὴν 3 4 καρδίας »περιτομὴν Χριστοῦ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν«· καθόλου δὲ καθαροποιεῖ ἑαυτῇ
πατέρα ἐν υἱῶ, υἱὸν δὲ ἐν πατρὶ ⟨δοξάζουσα⟩ σὺν ἁγίῳ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. καὶ ἐρεῖ ὁ οὕτω πιστεύων, γένοιτο γένοιτο.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.