αὐτὸ τὸ σῶμα· μετὰ γὰρ τὴν παρακοήν, φησίν, καὶ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐνέδυσε τὰς ψυχάς ταῦτα τὰ σώματα τουτέστιν ταύτην τὴν σάρκα. καὶ ἔστιν εὔηθες τὸ ὄλον εἰπεῖν.
δὲ κτηνωδέστερον τὸ τοιοῦτον.
Ὠριγένους κατὰ τοῦτο τὸ μέρος ἀκολουθήσαντες· ἀναστάντος τοῦ σωτῆρος ἐκ τῶν νεκρῶν καὶ καταλείψαντος τὰς ὀθόνας ἐν τῷ μνήματι, ὡς γέγραπται, γυμνὸς ἀρα ἐφαίνετο τοῖς μαθηταῖς · ἀναστὰς στὰς ἐκ τῶν νεκρῶν σὺν σώματι καὶ ψυχῇ;
πλευράν, δηλονότι οὐκ ἦν γυμνός. τοίνυν τὰ ἱμάτια τίς αὐτῷ ὕφανε τὰ μετὰ τὴν ἀνάστασιν;
ἐκπίπτει τοῦ Ὠριγένους ἡ ἀλληγορία. P66 εἰ γὰρ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐκτίσθη τῷ Ἀδὰμ ἡ σάρξ, πόθεν ἄρα ἄρα ἔλαβεν θεὸς τὴν πλευρὰν πρὸ τοῦ αὐτὸν βεβρωκέναι; ὡς διεγερθεὶς ἀπὸ τῆς ἐκστάσεώς φησιν »ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου τοῦτο«.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.