Ἰάρετ τὸν Ἐνώχ, Ἐνὼχ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε, καὶ γέγονε κατακλυσμός, οὐκ ἀλληγορίᾳ ἀλλ' ἀληθείᾳ, καὶ ἀπώλετο πᾶσα ψυχή, ἔμειναν δὲ »ὀκτὼ ψυχαὶ« ἀνθρώπων.
εἰς Αἴγυπτον ἐν ψυχαῖς ἐβδομήκοντα πέντε«, οὐχ ὅτι αἱ ψυχαὶ εἵποντο ἄνευ σωμάτων, ἀλλὰ σὺν σώμασι· ὅλον ⟨οὖν⟩ τὸν ἄνθρωπον κέκληκεν. καί »ἠμεν ἐν τῷ πλοίῳ ὡς ὀγδοήκοντα ψυχαί«, φησὶν ὁ Λουκκᾶς, ὁ συγγραψάμενος τὰς πράξεις τῶν ἀποστόλων.
σωμάτων· ἀλλὰ καὶ ψυχὰς ἐχόντων. P62 ἐπειδὴ δὲ ἡ δεσποτεία τῶν ἀνθρώπων σωμάτων κυριεύει ἀλλ’ οὐ ψυχῶν, διὰ τοῦτο τοὺς δούλους εὐλόγως σώματα ἐκάλεσαν σὺν ψυχαῖς, ἕνα δείξῃ τὴν χρῆσιν τῶν σωμάτων.
τὸν Ἀρὰμ Ἀρὰμ τὸν Ἀμιναδάμ, Ἀμιναδὰμ τὸν ναασώμ, Ναασὼμ τὸν Σαλμών, Σαλμὼν τὸν Βοόζ, Βοὸζ τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴσ τὸν Ἰεσσαί, Ἰεσσαὶ τὸν Δαυὶδ τὸν βασιλέα, Δαυὶδ τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομῶν τὸν Ῥοβοάμ, Ῥοβοὰμ τὸν Ἀβιά, Αβιὰ τὸν Ασάφ, Ἀσὰφ τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ τὸν Ἰωράμ, Ἰωρὰμ
τὸν Ὀχοζίαν, Ὀχοζίας τὸν Ἰωάς, Ἰωὰς τὸν Ἀμεσίαν, Ἀμεσίας τὸν Ὀζίαν, τὸν κληθέντα Ἀζαρίαν, Ὀζίας τὸν Ἰωάθαμ, Ἰωάθαμ τὸν Ἄχαζ, Αχαζ τὸν Ἐζεκίαν, Ἐζεκίας τὸν Μανασσῆ, Μανασσῆς τὸν Ἀμώς, Ἀμὼς τὸν Ἰωσίαν, Ἰωσίας τὸν Ἰεχονίαν, Ἰεχονίας πάλιν τὸν Σαλαθιήλ, Σαλαθιὴλ τὸν Ζοροβάβελ, Ζοροβάβελ τὸν Ἀβιούδ, Ἀβιοὺδ τὸν Ἐλιακείμ,
Ἐλιακεὶμ τὸν Ἀσώρ, Ἀσὼρ τὸν Σαδώκ, Σαδὼκ τὸν Ἀχείμ, Ἀχεὶμ τὸν Ἐλιούδ, Ἐλιοὺδ τὸν Ἐλεάζαρ, Ἐλεάζαρ τὸν Ματθίαν, Ματθίας τὸν Ἰακώβ, Ἰακὼβ τὸν Ἰωσήφ.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.