τῇ μιᾷ οὐσίᾳ, ὡς εἰς τὸν ἕνα στῦλον ⟨συνγόμεναι⟩ κατὰ τὸ αὐτῶν τοῦ πλάσματος.
τὰς μὲν θήκας ὁμοῦ συνήγαγον, τὰ δὲ κλάσματα αὖθις οὐκ εἰς συνά- φειαν ἄρτων ὡς ἦσαν ἐποίησε. συνήγαγον μὲν τὸ πλῆθος, ἀλλ’ εἰς πολλὰ κλάσματα, εἰς μίαν δὲ συναγωγὴν ἔδειξε κοφίνων.
οὐ συνάπτονται εἰς μίαν συναλοιφήν, μὴ γένοιτο, ἀλλ’ εἰς τὰς τοῦ θεοῦ μονὰς τὰς γεγραμμένας ὅτι πολλαὶ μοναὶ παρὰ τῷ πατρί«· οὐκ εἰς ἴνα δὲ βουνὸν γινόμεναι, ἀλλ᾿ ἑκάστου ἰδιαζόντως ἀριθμουμένου.
πᾶς D143 γὰρ γεννῶν ἐμπαθῶς κάμνει καὶ οὐ χρὴ οὔτε κτίσμα λέγειν οὔτε γέννημα κατὰ τὸν ἐκείνων λόγον, ἴνα μὴ δῶμεν θεὸν κάμνοντα ἢ πάσχοντα. πόθεν οὖν εὕρομεν τὸν υἱὸν ἢ διὰ τί ὄνομα υἱοῦ ἔχει;
ἀθέμιτόν ἐστι λογίζεσθαι, σαφῶς τοῦ θεοῦ λέγοντος οὐχ ὡς αἱ διάνοιαι ὑμῶν ἡ διάνοιά μου« καὶ πάλιν οὐχ ὡς ἄνθρωπος, οὕτω καὶ θεός«.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.