ζητεῖτε;‘ ἤ τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;« ἤ »τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο« ἤ »προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ‘ ἤ »πρὸ τοῦ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα«, οὐχ ὁρᾷς ἀπ' αὐτῆς τῆς ὑποθέσεως τὸ ὑπερβάλλον τῆς γνώσεως, ὅτι ἐκ σαρκὸς καὶ ἀνθρωπότητος τὰ διηγήματα;
ἐν τῇ παλαιᾷ διαθήκῃ ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς ὑπο- 1 κατερχόμενά εἰσιν εἰς πειθὼ D132 τῶν ἀνθρώπων, ἀγνωσίας ἐχόμενα, οὐκ οντα δὲ ἀγνωστα τῷ θεῷ, ταῦτα ἐλθὼν ὁ Λόγος πεπλήρωκεν, ἴνα πληρώσῃ τὸ εἰρημένον ὁ πατήρ μου ἴως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι«. ποῦ τεθείκατε τὸν Λάζαρον;«
γενόμενος· πρὸ δὲ τοῦ ἐλθεῖν εἰς τὸν τόπον ὑπὸ μηδενὸς ἀκούσας ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ »Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται«. ὁ τοίνυν ἀπὸ τοσούτων τῆς ὀδοιπορίας διεστὼς τοῦ τόπου γνοὺς ὅτι τέθνηκε Λάζαρος, παρὼν ἐν τῷ τόπῳ ἠγνόει;
ἐπίστευεν, ἵνα ἐνδείξηται τῆς αὐτοῦ πρὸς ἡμᾶς φειδοῦς τὴν πολλὴν φιλανθρωπίαν.
καί »τίς μου ἥψατο;« φησίν, οὐχ ὅτι οὐκ ᾔδει τίς P44 αὐτοῦ ἤψατο ἀλλ᾿ ἵνα μὴ εἴπῃ δι᾿ ἑαυτοῦ τὸ γενόμενον θαῦμα, ἀλλ᾿ ὅπως ἐπείνη ἀκούσασα προσελθοῦσα εἴπῃ τὴν εἰς αὐτὴν γενομένην χάριν καὶ ὁμολογήσασα ἀκούσῃ· »ἡ πίστις σου σέσωκέ σε«, ὅπως προτρέψηται καὶ ἄλλους πιστεύειν, ἵνα ἰαθῶσι.
εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;« ὡς καὶ ἐν τῇ παλαιᾷ ἀπὸ προσώπου τοῦ πατρὸς λέγει »Ἀδάμ, ποῦ εἶ;« ᾔδει δὲ αὐτὸν ποῦ ἐστιν· διὸ καὶ ἐλέγχει αὐτὸν μετέπειτα λέγων »ἐκ τοῦ ξύλου ἔφγες«.
σου ἐκ τῆς χειρός σου. ἰδοὺ γὰρ τὸ αἷμα αὐτοῦ βοᾷ πρός με«. οὐκ ἠγνόει τοίνυ ὁ λέγων ὅτι τὸ αἷμα βοᾷ, ἀλλ᾿ ὅπως δῷ αὐτῷ πόπον μετανοίας εἰς ἀπολογίαν, διὰ τοῦτο ἠρώτα. D133
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.