αὐτοὺς αἱ θεῖαι γραφαὶ παλαιᾶς τε καὶ καινῆς. εὐθὺς γὰρ Δαυὶδ περὶ αὐτοῦ λέγει καὶ Πέτρος τῷ Δαυὶδ συνῳδὰ · οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν«, ἴνα τὸ σύνθετον τοῦ κυριακοῦ ἀνθρώπου νοοῖτο καὶ σαφῶς περὶ τούτου γνῶσις ἡμῖν γένηται, ἴνα συστήσῃ ψυχὴν μὲν
σὺν θεότητι τῷ τριημέρῳ * συγκατατεθεῖσθαι, ἴνα τὴν σάρκα ὁσίαν ἀποδείξῃ, καὶ τὴν θεότητα σὺν τῇ ψυχῇ ἀκατασχέτως ἐν Ἅιδῃ τὸ μυστήριον τετελειωκέναι.
σὺν τῇ ψυχῇ. φησὶ δὲ ὁ Πέτρος καθότι οὐκ ἠν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ«, τουτέστιν ὑπὸ τοῦ Ἄιδου.
ὡς ἐπ' ἀμφιβόλῳ λέγων τί εἴπω;«) πάτερ, σῶσόν με ἀπὸ τῆς ὤρας ταύτης·
μεγάλου πόλεμον ἔχοντος πρὸς ὑποδεέδστερον καὶ γινώσκοντος ὅτι ὁ ἐχθρὸς αὐτοῦ, εἴπερ ἴδῃ αὐτὸν ἐν δυνάμει ἐρχόμενον καὶ ἐσχύϊ πολλῇ, παραιτήσεται καὶ τραπήσεται πρὸς φυγὴν καὶ πολλὰς χώρας 1 2 τῶν ὑποχειρίων ἀφανίσειν, καὶ διὰ τοῦτο σχηματιζομένου τῇ ἰδίᾳ σοφίᾳ προφάσεις καὶ νῶτα διδόντος καὶ ἀποδιδράσκοντος, ἕως ὁ ἐχθρὸς λαβὼν θάρσος κατεπιθῆται ὡς δειλοῦ καὶ ἀδυνάτου τοῦ βασιλέως καὶ διώξῃ αὐτόν , ὁ δὲ βασιλεὺς στραφεὶς ἀιφνιδίως
μετὰ τῆς αὐτοῦ δυνάμεως ὅλον ὑποχείριον δέξηται τὸν ἀσθενῆ καὶ ὐπεναντίον, οὕτως ὁ κύριος ἡμῶν οὐκ ἐφοβήθη τὸν θάνατον,
οὐ μὴ ἔσται σοι τοῦτο« ἐπιτιμήσας »ὕπαγε ὀπίσω μου, σατανᾶ« εἰπών »ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων«.
ἠδύνατο εὔξασθαι παρελθεὶν τὸ ποτήριον·
ἐρμηνεύει γάρ σοι ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος τὴν περὶ τοῦ θανατου αὐτοῦ ὑπόθεσιν λέγων θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι«. ἡ γὰρ αὐτοῦ θεότης ἀναδεξαμένη τὸ ἐν σαρκὶ παθεῖν ἀπαθής ἐστι καὶ ἀπαθὴς ἦν καὶ ἀπαθὴς διέμεινε, μὴ τραπείσης τῆς ἀπαθείας μηδὲ ἀλλοιωθείσης τῆς ἀιδιότητος.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.