Ταῦτα μὲν ὁ προδηλωθεὶς ἀνὴρ εἰς τοὺς τόπους ἐπιβέβληκεν· φέρε δὴ καὶ ἡμεῖς μετὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν ἴδωμεν, εἰ οἷόν τε καὶ ἑτέρως τοῖς τόποις ἐπιβαλεῖν, ὡς ἂν μὴ δοκοῖμεν τοὺς ἀπὸ Κύρου καὶ ἐπὶ Ἀρταξέρξην ὑποκλέπτοντες χρόνους βιαιοτέραν ποιεῖσθαι τὴν ἀπόδοσιν, καὶ ἄλλως μὴ δὲ τὴν αἰτίαν παριστάναι δοκεῖν τῆς τῶν ἑπτὰ ἑβδομάδων καὶ τῶν ξβ′ διαιρέσεως, ἥν ὁ θεῖος λόγος πάντως ποῦ μετά τινος εὐλόγου διανοίας καὶ βαθυτάτης συνέσεως πεποίηται φήσας,
καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ζ′, καὶ ἑβομάδες ξβ′ καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεία καὶ τεῖχος
. Ὅρα δὴ εἰ μὴ ἀβίαστος γένοιτ’ ἂν ἡμῖν ἡ διήγησις ἐξ αὐτοῦ Κύρου, καθ’ ὃν ὁ Δανιὴ λπροφητεύει, τοὺς χρόνους ἀπαριθμουμένοις. Οὗτος γὰρ οὖν πρῶτος τὴν περὶ τοῦ ἀνεγεῖραι τὴν Ἱερουσαλὴμ ἀπόκρισιν ἐξενήνοχε κατὰ τὴν ἐν τῷ Ἔζρᾳ γραφὴν, τοῦτον ἔχουσαν τὸν τρόπον·
Καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ, καί γε ἐγγράπτως, λέγων, Οὕτως εἶπεν Κύρος ὁ βασιλεὺς Περσῶν· Πάσας τὰς βασιλείας τῆς γῆς παρέδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ’ ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ τῇ ἐν Ἰουδαίᾳ. Τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἱερουσαλήμ· καὶ τὰ ἑξῆς· οἷς ἐπιφέρεται· Καὶ ὁ βασιλεὺς Κύρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κύριου, ἃ ἔλαβεν Ναβουχοδονόσορ ἀπὸ Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ Θεοῦ αὐτοῦ. Καὶ ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθριδάτου καὶ ἠρίθμησεν αὐτὰ τῷ Σαμανασσὰρ ἄρχοντι τοῦ Ἰούδα.
Ez. 1, 1.
Ἐπὶ τούτοις ἱστορεῖ ἡ γραφὴ ὡς ἀνελθόντες οἱ πρῶτοι καταβάλλονται τοὺς τοῦ ἱεροῦ θεμελίους, καὶ ὡς εἴργονταί γε ἐν τῷ μεταξὺ χρόνῳ τῆς σπουδῆς, ἕως ἐπὶ ἑβδόμην ἐτῶν ἑβδομάδα· τεσσαράκοντα
40b
γοῦν καὶ ἓξ ἔτη ἀπὸ Κύρου καὶ ἐπὶ τὸ Δαρείου ἕκτον ἔτος περιγράφεται, ἐν ᾧ πέρας ἴσχει τὰ τῆς τοῦ ναοῦ οἰκοδομῆς· ὅθεν εἰκότως ἀπὸ τῶν λοιπῶν ἑβδομάδας ζ′ τὰς πρώτας ὁ λόγος ἀφωρίσατο, τὸν μεταξὺ χρόνον τῆς πρώτης καταβολῆς τῶν τοῦ ναοῦ θεμελίων καὶ τῆς εἰς ἄκρον αὐτοῦ ἀναπληρώσεως ἐμφῆναι βουλόμενος. Κύρος μὲν γὰρ ἔτη τριάκοντα καὶ ἓν βασιλεύσας, Καμβύσῃ τῷ παιδὶ παραδίδωσι τὴν ἀρχήν· οὗ ἐπὶ ἐννέα διαγενομένου ἔτεσι, Δαρεῖος τὴν βασιλείαν παραλαβὼν, αὖθις μετὰ
Κύρον διὰ τοῦ προγράμματος τὴν Ἱερουσαλὴμ οἰκοδομηθῆναι προστάττει. Καὶ δὴ κατὰ τὸ ἕκτον αὐτοῦ τῆς ἀρχῆς ἔτος, ὅπερ ἦν ἀπὸ Κύρου τεσσαρακοστὸν καὶ ἕκτον, τὰ τῆς οἰκοδομῆς ἀποπληροῦται· ὅθεν ὁρμώμενοι τῷ Σωτῆρι ἡμῶν ἔλεγον,
μ’ καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος,
Io. 2, 20.
καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Κατὰ δὲ τὸν Ἰώσηπον ο’ (θ’) καὶ μ’ ἔτη ἀκριβῶς τὰ ἀπὸ Κύρου ἐπὶ τὸ Δαρείου ἔνατον ἔτος συνάγεται, ἐν ᾧ τέλος ἐπιθεῖναι τῇ τοῦ ναοῦ οἰκοδομῇ ἐν τῷ ἑνδεκάτῳ τῆς Ἀρχαιολογίας φησὶν αὐτολεξεὶ δηλῶν οἰκοδομηθήσεσθαι τὸν ναὸν ζ′
(sic) μηνὶ τοῦ ἐνάτου τῆς ἐπὶ Δαρείου βασιλείας ἔτους· οἷς καὶ ἐπιφέρει λέγων,
κατῴκισαν δὲ ἐν τοῖς Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοχρατ[ορ]ικῇ μετὰ ὀλιγαρχίας· οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων, ἄχρι οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐγγόνους.
Joseph. 11, 4, 8.
Ἅιδε μὲν οὖν αἱ ἐν τῇ προφητείᾳ φερόμεναι ζ′ ἑβδομάδες εἰς τὸ προδεδηλωμένον ἔτος Δαρείου περιοριζόμεναι, πρόδηλοι οὖν δι’ ἣν αἰτίαν τῶν (τὸν) ἀπὸ τῶν λοιπῶν ἀφορισμὸν εἰλήφασιν. Ἴδωμεν δὲ καὶ τὰς λοιπὰς ξβ’ ἐπὶ ποίους περιορίζονται χρόνους. Τὸ μὲν δὴ ἔνατον ἔτος Δαρείου κατὰ τὴν ἑβδόμην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα ἐκ τῆς τῶν παρ’ Ἕλλησι χρονογράφων παρίσταται ἱστορίας· ἀπὸ δὴ οὖν ταύτης ἐπὶ τὴν ἑκατοστὴν ἑκκαιδεκάτην Ὀλυμπιάδα, καθ’ ἥν Σέλευκος μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν Συρίας ἀπάσης καὶ Βαβυλωνίας ἐκράτησεν, ἔτη γίνεται σ’· ἐντεῦθεν δ’ ἐπὶ τὴν τελευτὴν Σίμωνος Ἰουδαίων ἀρχιερέως τῆς κατὰ Συρίαν ἀρχῆς ζ′ καὶ ο′ καὶ ρ′ διαγενέσθαι ἡ πρώτη
τῶν
8
καλουμένων Μακκαβαϊκῶν σημαίνει γραφὴ, μέχρι τούτου περιγράφουσα τὴν ἱστορίαν· πάλιν δ’ ἐντεῦθεν τὰς τῶν ἱερέων διαδοχὰς ἀκριβέστατα ἐπισημαινόμενος
9
ὁ Ἰώσηπος μετὰ Σίμωνα τὸν προδεδηλωμένον φησὶ καθηγήσασθαι τοῦ λαοῦ Ἰωάννην τὸν καὶ Ὑρκανὸν ἔτεσιν θ′ καὶ κ′· τοῦτον δὲ διαδέξασθαι Ἀριστόβουλον, ὃν καὶ βασιλεῦσαι ἐνιαυτόν· μετὰ δὲ τοῦτον Ἀλέξανδρος ἔτεσι κζ’, μεθ’ ὃν τὴν γυναῖκα Ἀλεξάνδραν, ἐφ’ ἣν τὰ πάντα ἀπὸ ἐνάτου ἔτους Δαρείου ἔτη συνάγεται υλδ′, ὅποσα δ’ ἂν γένοιτο ἐκ τῶν ξβ’ ἑβδομάδων ἐν αἷς οἱ χριστοὶ ἡγούμενοι, οὗτοι δ’ ἂν εἶεν οἱ ἀρχιερεῖς, ἀρξάμενοι ἀπὸ Κύρου τῶν τοῦ ἔθνους προέστησαν πραγμάτων· πρόδηλον γὰρ ἀπό τε τῆς ἱερᾶς γραφῆς, οὐ μὲν (μὴν) ἀλλὰ καὶ ἀπὸ τῶν προτεθεισῶν τοῦ Ἰωσήπου φωνῶν, ὡς ὅτι μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ἐξ αὐτοῦ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου ἡγεμόσι καὶ ἄρχουσι τοῖς κατὰ διαδοχὴν ἐχρῶντο, μέχρι ὧν ὁ Ἰώσηπος ὀνομάζει Ἀσαμωνίου παίδων, οὓς ἡ γραφὴ Μακκαβαίους
41
ὠνόμασεν, ὧν πρῶτος ἀρχιεράτευσεν Ἰούδας ὁ Μακκαβαῖος ἐπικληθεὶς, ὃς καὶ καθηγήσατο τοῦ λαοῦ τοὺς Ἀντιόχου τροπωσάμενος στρατηγούς· μεθ’ ὃν Ἰωνάθης ἀδελφὸς αὐτοῦ ὁμοῦ τὴν ἀρχιερωσύνην καὶ τὴν τοῦ λαοῦ διαλαμβάνει προστασίαν· καὶ αὖθις τούτου ἀδελφὸς Σίμων ἀρχιερεὺς, μεθ’ ὃν Ὑρκανὸς, μεθ’ ὃν Ἰούδας, ὁ καὶ Ἀριστόβουλος, διαδέχεται· καὶ πρῶτος ἐπὶ τῇ ἀρχιερωσύνῃ καὶ βασιλείᾳ περιέθετο διάδημα· μεθ’ ὃν τὴν ἀρχιερωσύνην ὁμοῦ καὶ τὴν βασιλείαν παραλαβὼν Ἀλέξανδρος ἐπὶ διαδόχῳ γυναικὶ τελευτᾷ·
ἐν ᾧ τῶν ἐν τῷ Δανιὴλ συμπερασθεισῶν ἑβδομάδων οἱ ἐξ ἱερέων ἄρχοντες χριστοὶ προσαγορευόμενοι διαλείπουσιν· ὥστε δηλοῦν τὸ φάσκον λόγιον,
ἕως χριστοῦ ἡγουμένου
, τόσασδε ἔσεσθαι ἑβδομάδας· ὡσεὶ σαφέστερον εἰρήκει, θ′ καὶ ξ′ διελεύσεσθαι ἐτῶν ἑβδομάδας, τοῦτ’ ἔστι χρόνωνί(ον) γ′ καὶ π′ καὶ υ′ ἐτῶν, ἐν ᾧ χριστός τις καὶ ἀρχιερεὺς κατὰ διαδοχὴν ἡγούμενος τῶν τοῦ λαοῦ προστήσεται πραγμάτων. Καὶ δὴ παντί τῳ σαφὲς ἐκ τῶν προπαρατεθέντων ἡμῖν, ὡς τοσοῦτος ἐτῶν ἀριθμὸς τῶν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ ὑστάτου αὐτῶν ἡγησαμένου ἀρχιερέως παρίσταται· μεθ’ ὃν μόνη τῶν πώποτε τὸ τηνικαῦτα γυνὴ τὴν τοῦ ἔθνους βασιλείαν διαλαμβάνει, ἑξ ἧς ὁμοῦ τά τε τῆς Ἰουδαίων ἡγεμονίας, καὶ τὰ τῆς ἐκ προγόνων εὐσταθῶς προϊούσης ἀρχιερωσύνης συγχεῖται. Διαλαβοῦσα γοῦν ἡ προδεδηλωμένη τὴν ἀρχὴν, τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ τῷ παιδὶ δίδωσιν, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη θ′ κατασχοῦσα τελευτᾷ· μεθ’ ἣν Ἀριστόβουλος, ἕτερος αὐτὸς πλεῖστα στασιάσας πρὸς τὸν ἀδελφὸν, ἐκεῖνον μὲν τὴν ἀρχιερωσύνην ἀφαιρεῖται, αὐτὸς δὲ πρὸς ταύτῃ καὶ τῆς βασιλείας μετὰ τρίτον ἔτος ἀποπίπτει· Ῥωμαίων γὰρ αὐτίκα στρατηγὸς Πομπήϊος ἐπιστὰς, τὴν μὲν Ἱερουσαλὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει τε τὰ ἅγια μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθὼν, τὸν δὲ Ἀριστόβουλον δέσμιον ἐπὶ Ῥώμης ἅμα τέκνοις ἀναπέμπει· μεθ’ ὃν καὶ τοῦ Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλώτου ἀχθέντος, τὴν κατὰ Ἰουδαίων βασιλείαν πρῶτος ἐξ ἐθνῶν Ἡρώδης
παρὰ τῆς συγκλήτου Ῥωμαίων ἐγχειρίζεται· ὡς μὲν
10
ὁ Ἰώσηπος παραδίδωσιν, Ἰδουμαῖος κατὰ πατέρα τὸ γένος ὢν, Ἀράβιος δὲ κατὰ μήτερα· ὡς δ’ ὁ Ἀφρικανὸς, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν,
φασὶν οἱ τὰ κατ’ αὐτὸν ἀκριβοῦντες Ἀντίπατρον, (τοῦτον δ’ εἶναι αὐτῷ πατέρα,) Ἡρώδου τινὸς Ἀσκαλωνίτου τῶν περὶ τὸν νεῶ τοῦ Ἀπόλλωνος ἱεροδούλων γεγονέναι.
Euseb. H. E. 1, 7, 8.
Εἰς δὴ οὖν τὸν τοιοῦτον τῆς Ἰουδαίων περιελθούσης ἀρχῆς, ἐν τα
(sic) αὐτῷ μετὰ τῶν ἄλλων προφητῶν καὶ ἡ παρὰ Μωσεῖ φερομένη τοῦ Ἰακωβ πληροῦται πρόρρησις,
οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα φήσασα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν·
Gen. 49, 10.
καὶ πρόδηλόν γε ἔκ τε τῶν ἱστοριῶν, καὶ τῶν ἡμῖν παρατεθέντων, ὅτι δὴ μέχρις Ἡρώδου, καθ’ ὃν ὁ Χριστὸς γεγέννηται, οὐ διελειπεν ἡ ἐξ αὐτῶν Ἑβραίων κατὰ
41b
διαδοχὴν τοῦ παντὸς ἔθνους ἡγησαμένων ἀρχή· πρώτου δὲ τὸ γένος ἀλλοφύλου βασιλεύσαντος αὐτῶν· Ἡρώδου, αὐτίκα μὲν καὶ ἡ τοῦ Χριστοῦ παρουσία πληροῦται, καὶ ἡ τῶν ἐθνῶν προθεσπισθεῖσα προσδοκία διὰ τῆς εἰς πᾶν ἔθνος διαδραμούσης τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας ἔργῳ συντελεῖσθαι ἤρξατο· τότε καὶ ἡ ἐν τῷ Δανιὴλ μετὰ τὰς διαληφθείσας ἡμῖν ἑβδομάδας πρόρρησις ἐπεσφραγίζετο, φάσκουσα,
καὶ μετὰ τὰς ἑβδομάδας τὰς ξβ′ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον· διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς.