ἐξ ἀνάρχων αἰώνων εἰς ἀπείρους καὶ ἀτελευτήτους αἰῶανας διαρεκεῖ· ὁ δὲ τούτῳ φίλος, ταῖς ἄνωθεν βασιλικαῖς ἀπορροίαις χορηγούμενος τῷ τε τῆς θεικῆς ἐπηγορίας ἐπωνύμῳ δυναμούμενος, μακραῖς ἐτῶν περιόδοις τῶν ἐπὶ γῆς κρατεῖ.
εὐπρεπῆ τῷ αὐτοῦ πατρὶ παρασκευάζει· ὁ δὲ τούτῳ φίλος αὐτῷ τῷ μονογενεῖ καὶ σωτῆρι λόγῳ τῶν ἐπὶ γῆς τοὺς ὑποχειρίους προσάγων ἐπιτησείους πρὸς τὴν αὐτοῦ βασιλείαν καθίστησιν.
φυχαῖς, ἀοράτῳ καὶ θεικῇ δυμάμει οἷα θῆρας ἀγρίους τῶν αὐτοῦ φρεμμάτων ποιμένος ἀγαθοῦ δίκην πορρωτάτω καθίστησιν· ὁ δὲ τούτῳ φίλος ἄνωθεν παρ᾿αὐτοῦ τοῖς κατ᾿ ἐχθρῶν κοσμούμενος τροπαίοις τοὺς ἐμφανεῖς τῆς ἀληθείας ἐχθροὺς νόμω πολέμου χειρούμενος σωφρονίζει.
ὅλων λογικὰ καὶ σωτηριώδη σπέρματα τοῖς αὐτοῦ παραδιδοὺς θιασώταις λογικοὺς ἅμα καὶ τῆς τοῦ πατρὸς βασιλείας ἐπιστημονικοὺς ἀπεργάζεται· ὁ δὲ τούτῳ φίλος οἷά τις ὑποφήτης τοῦ θεοῦ γόλου πᾶν γένος ἀνθρώπινον ἐπὶ τὴν τοῦ κρείττονος ἀνακαλεῖται γνῶσιν, ταῖς πάντων ἀκοαῖς ἐμβοῶν μεγάλῃ τε φωνῇ τοῖς ἐπὶ γῆς ἅπασι
τοὺς τῆς ἀληθοῦς εὐσεβείας ἀνακηρύττων νόμους.
εἰσκαλεῖται, αὔτανδρον τὸν σύμπαντα στόλον τῶν ὑπ᾿ αὐτῷ κυβερνωμένων διασώσασθαι προμηθούμενος.
πνεύμασιν, οὐδὲ λαοπλάνων φάσμασι δαιμόνων, οὐδ᾿ ἀπάταις καὶ 1 λήροις ἀθέων ἀνδρῶν, αὐτῷ δὲ τὰ χαριστήρια τῷ τετιμηκότι, συνῃσθημένος τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν, ἀποδίδωσιν, οὐ κατὰ τοὺς παλαιοὺς αἵμασι καὶ λύθροις τοὺς βασιλικοὺς οἴκους μιαίνων, οὐδὲ καπνῷ καὶ πυρὶ ζώων τε ὁλοκαύτων θυσίαις χθονίους δαίμονας
ἀπομειλισςόμενος, τὴν δ’ αὐτῷ τῷ βασιλεῖ τῶν ὅλων προσφιλῆ καὶ χαρίεσσαν θυςίαν, αὐτὴν δηλαδὴ τὴν αὐτοῦ βασιλικὴν ψυχὴν καὶ ηνὴς αὐτῷ μόνη, ἣν δὴ βασιλεὺς ὁ ἡμεδαπὸς καλλιερεῖν ἀπύροις καὶ ἀναίμοις τοῖς κατὰ διάνοιαν κεκαθαρμένοις λογισμοῖς δεδίδακται,
ψυχῆς μὲν ἀδιαψεύστοις δόγμασι τὰ τῆς εὐσεβείας κρατύνων, λόγῳ δὲ μεγαλοπρεπεῖ γεραίρων τὴν θεολογίαν, πράξεσί τε βασιλικαῖς τὴν τοῦ κρείττονος ζηλῶν φιλανθρωπίαν, ολος τε ἀνακείμενος αὐτῷ καὶ μέγα δῶρον ἀνατιθεὶς αὐτὸς ἑαυτὸν οὗ πεπίστευται κόσμου τὸ ἀκροθίνιον· τοῦτο δὴ μέγιστον ἱερεῖον πρὸ τῶν ἁπάντων καλλιερεῖ
βασιλεύς, θύει δ’ ἅτε ποιμὴν ἀγαθός οὐκ
De Laudibus Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.