ὡς ἔτυχε καὶ ἀλογίστως φρονούντων καὶ τὸν μὲν λόγον αὐτῶν μὴ καταλαμβανόντων, διὰ δὲ τὴν ἀσθένειαν τῆς καταλήψεως ἀλόγως οἰομένων διατετάχθαι ταῦτα ὧν τὸν λόγον εἰπεῖν οὐκ ἔχουσιν. ἔστι δ’ ὅμως τινά, ὧν ἡ ἀληθὴς κατάληψις τῆς ἀληθείας ἐν βάθει κεῖται, θαυμαστῆς τινος φύσεως τετυχηκότα, ὁποία καὶ ἡ τῶν θερμῶν ὑδάτων
φύσις τυγχάνει οὖσα. τὴν μὲν γὰρ αἰτίαν τοῦ τοσούτου πυρὸς οὐδεὶς ἂν ἔχοι προχείρως λέγειν, θαυμαστὸν δ’ ὅτι ψυχρῷ ὕδατι περιστοιχιζόμενον κύκλῳ οὐκ ἔτι ἐξίσταται τῆς ἐμφύτου θερμότητος.
εὐδιάγνωστος παρὰ τοῖς ἀνθρώποις γενέσθαι δύνηται, δύο φύσεις ἐναντιωτάτας, θερμότητα καὶ ψυχρότητα, ἐκ τῆς αὐτῆς καὶ μιᾶς ῥίζης διηθεῖσθαι θεσπίζουσα.
ἀενάου καὶ ἀδιαλείπτου βίου· ἰσοδυναμεῖ δὲ καὶ νυκτερινὴ διαδοχή.
Constantini imperatoris oratio ad coetum sanctorum. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.