τοῖς τῶν δικαίων πόνοις, τὸν τὴν ἐκκλησίαν μισήσαντα, τὸν ἐπιθέντα Τιμωρίαν τοῖς ὁσίως βεβιωκόσι· τί δὴ νῦν πράσσεις μετὰ τὸν βίον; ποίαις δὲ καὶ πῶς δυστραπέλοις συνέχῃ περιστάσεσιν; ἔδειξε δὲ καὶ ὁ μεταξὺ τοῦ βίου καὶ τῆς τελευτῆς χρόνος τὴν σὴν εὐτυχίαν, ἡνίκα ἐν τοῖς Σκυθικοῖς πεδίοις πανστρατι ᾷ πεσὼν τὸ περιβόητον Ῥωμαίων
κράτος ἦγες τοῖς Γέταις εἰς καταφρόνησιν.
τρόπαιον τῆς σαυτοῦ δυστυχίας ἔστησας αἰώνιον.
Constantini imperatoris oratio ad coetum sanctorum. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.