ἀνθρώπου λέγεσθαι. Παιδὸς δὲ τεχθέντος ἀνθρώπου, ποῖον δὴ ἔχει Λόγον γῆν ἄσπαρτον καὶ ἀνήροτον καὶ τήν γε ἄμπελον μὴ ἐπιποθεῖν Τὴν δρεπάνου ἀκμὴν μηδὲ τὴν ἄλλην ἐπιμέλειαν; Πῶς ἂν νογθείη Λεχθὲν ἐπὶ γενεᾶς ἀνθρωπίνης; ἡ γάρ τοι φύσις θείας ἐστὶ προσ- Τάξεως διάκονος, οὐκ ἀνθρωπίνης κελεύσεως ἐργάτις. ἀλλὰ καὶ
στοιχείων χαρὰ θεοῦ κάθοδον, οὐκ ἀνθρώπου τινὸς χαρακτηρίζει Κύησιν, τό τε εὔχεσθαι τὸν ποιητὴν τοῦ βίου τέλος αὐτῷ μηκύνεσθαι Θείας ἐπικλήσεως σύμβολον· παρὰ θεοῦ γὰρ τὸν βίον καὶ τὸ σώζεσθαι 1 2 ἀξιοῦν εἰθίσμεθα, οὐ πρὸς ἀνθρώπου.
πρὸς τοῖς εἰρημένοις ἐπιφέρει καὶ τάδε·
ἀλλὰ ταῦτα ἐφείσθω λέγειν τοῖς ἀνθρωπίνην τινὰ καὶ ἀχλοχαρῆ Παιδείαν μετερχομένοις, παιδείας δὲ θείας ἀπείροις· οἱ μὲν γὰρ ἐπι- Δείξεως καὶ δόξης ἕνεκα ἀλαζονεύονται, οἱ δὲ τὴν ψυχὴν αὐτῶν κα- Θαρεύειν ἀπὸ παντὸς κακοῦ ἔργου τε καὶ ῥήματος παρασκευάζουσιν.
ἁγνόν τινα νόμον ὑπάρχουσαν, πάντων τε ἀγαθῶν εὐκταιοτάτην ἐλπίδα, ὁσιότητος διδάσκαλον, ἀθαναςίας ὑπάσχεσιν ἀκίβδηλον· δὲ μέν, εὐσέβεια καὶ φιλανθρωπία, προσκυνῶ, σαῖς δὲ θεραπείαις χάριν ἀΐδιον ὀφείλομεν οἱ ἰαθέντες. ὁ δὲ ἄπειρος ὄχλος τῆς σῆς ἐπι- κουρίας διὰ τὴν ἔμφυτον πρὸς σὲ ἀπέχθειαν καὶ τὸν θεὸν ἀπο-
στρέφεται, οὐδὲ οἶδεν τὴν αἰτίαν ὅλως τοῦ ζῆν καὶ εἶναι, αὐτόν τε Καὶ τοὺς λοιποὺς δυσσεβεῖς ἐκ τοῦ πρὸς τὸ κρεῖσσον καθήκοντος ἠρτῆσθαι· πᾶς γὰρ ὁ κόσμος ἐκείνου κτῆμα καὶ ὅσα ἐστὶν ἐν κόσμῳ.
Constantini imperatoris oratio ad coetum sanctorum. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.