σέβοντες (διὸ καὶ μεμέλησθε αὐτῷ), προςέχοντες, τὸν νοῦν μὴ τῇ φράσει μᾶλλον ἢ τῇ τῶν λεγομένων ἀληθείᾳ, μηδ’ἐμοὶ τῷ λέγοντι, ἀλλὰ τῇ τῆς καθοσιώσεως εὐσεβείᾳ.
ἔμφυτον αἰτιῶμαι. αὕτη γὰρ καὶ τὴν αἰδῶ βιάζεται. διὸ μάλιστα τοὺς ἐπιστήμονας τῶν θείων μυστηρίων βοηθοὺς ἐμαυτῷ συνάπτω, ἵν’ἐάν τι πταῖσμα συμβαίνῃ περὶ τοὺς λόγους, συμπαρομαρτοῦντες 1 2 διορθῶσθε, τὴν μὲν ἄκραν παιδείαν μὴ ἐπιποθοῦντες, τὸ δὲ πιστὸν τῆς ἐπιχειρήσεως ἀποδεχόμενοι. 3ἐπίπνοια δ’ἡμῖν μεγίστη τοῦ πατρὸς παιδός τε ἀγαθοεργοῦ παρείη φθεγγομένῳ ταῦτα, ἅπερ ἂν αὐτὴ φράσῃ καὶ διανοίᾳ προσάψῃ. εἰ γάρ τις ἄνευ θεοῦ ῥητορικὴν ἢ ἄλλην
τινὰ μετιὼν ἐπιστήμην ἀκριβοῦν τὸ ἔργον ἱκανῶς ὑπείληθεν, ἀτελὴς αὐτὸς τε καὶ τὸ σπουδαζόμενον ἐφωράθη. οὐ μὴν κατοκνητέον οὐδὲ μελλητέον τοῖς εὐτυχήσασι πώποτε τῆς θείας ἐπιπνοίας. διὸ καὶ ἡμεῖς τὸμῆκος τῆς ἀναβολῆς παραιτησάμενοι πειρώμεθα τοῦ σκοποῦ τὸ τέλειον.
Constantini imperatoris oratio ad coetum sanctorum. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.