δυνῆσθαι κρείσσονα καὶ ἠπιωτέραν τὴν προαίρεσιν τῶν ἀνθρώ- πων ἀπεργάσασθαι. τίς οὖν κρείσσων μέθοδος ποία δ’ ἐπιχείρησις ἀνυτικωτέρα πρὸς τὸ τοῦς κακοὺς σωφρονισθῆναι τῆς ἑαυτοῦ προσρήσεως; οὐκ αὐτὸς παρὼν καὶ ὁρώμενος ἐσίδασκε τὸν κόσμιον βίον; εἰ οὖν ἡ τοῦ θεοῦ παραγγελία παρόντος οὐδὲν ἤνυσεν, τί ἂν
ἀπόντος καὶ μὴ ἀκουομένου ὠφέλησεν;
ἀκοὰς τῷ τεθέντι νόμῳ; εἰ γὰρ μὴ κατημέλουν, ἔσχον ἂν ἄξια τὰ 1 2 ἐπίχειρα τῆς ἀκροάσεως οὐ μόνον εἰς τὸ παραχρῆμα ἀλλ’ εἰς τὸν μετέπειτα βίον, ὅς ἐστιν ὠς ἀληθῶς βίος· ὁ γάρ τοι μεσθὸς τοῦ τῷ θεῷ πείθεσθαι ὁ ἄξθαρτος καὶ ἀίδιος βίος, οὖ δυνατὸν ἀντιποιεῖσθαι τοῖς εἰδόσι τὸν θεὸν καὶ τοῖς τὸν ἑαυτῶν βίον ζηλωτὸν παρεχομέ-
νοις καὶ οἶον παράδειγμα αἰώνιον τοῖς πρὸς ἅμιλλαν ζῆν προῃρη- μένοις.
ὐπὸ καθαρᾶς πίστεως καὶ εἰλικρινοῦς περὶ τὸν θεὸν καθοσιώσεως φύεται, ἀνθίσταται δὲ ζάλαις κοσμικαῖς, ἀνανταγωνίστῳ θείας ἀρετῆς… πεφραγμένη πρὸς τὸ μαρτύριον· νικήσασα γοῦν ὑπὸ μεγαλοψυχίας τοὺς μεγίστους φόβους ἀξιοῦται στεφάνου παρ’ ἀὐτοῦ, ᾦ γενναίως ἐμαρτύρησε.
θεόθεν δεδόσθαι πρὸς τὸ ὑποστῆναι καὶ πληρῶσαι προθύμως τὰ θεῖα προστάγματα. διαδέχεται δὴ τόνδε τὸν βίον μνήμη διαρκὴς καὶ αἰώ- νιος δόξα μάλα εἰκότως, εἴπερ ὅ τε βίος σώφρων τοῦ μάρτυρος καὶ τῶν παραγγελμάτων μνήμων, ἥ τε τελευτὴ πλήρης εὑρίσκεται μεγαλοψυδίας τε καὶ εὐγενείας. ὕμνοι δὴ μετὰ ταῦτα καὶ ψαλτήρια καὶ εὐφημίαι
καὶ πρὸς τὸν πάντων ἐπόπτην ἔπαινος.
ποιούμενα καὶ πρὸς βοήθειαν τῶν ἐκπεςόντων. ἅπερ ἄν τις φορτικὰ εἶναι νομίζῃ, οὐ κατὰ τὴν θείαν καὶ μακαρίαν διδασκαλίαν φρονεῖ.
Constantini imperatoris oratio ad coetum sanctorum. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.