καὶ γενείου πάμπολυ διεστῶσα, βλοσυμῶν τε ἦν προςώπων βάρβαρος καὶ καταπληκτική τις ὄψις, σωμάτων θ᾿ ἡλικίας ὑπερβάλλοντα μεγέθη· καὶ οἷς μὲν ἐρυθραίνετο τὰ πρόσωπα, οἷς δὲ λευκότερα χιόνος ἦν, οἷς δ᾿ ἐβένου καὶ πίττης μελάντερα, οἱ δὲ μέσης μετεῖχον κράσεως, ἐπεὶ καὶ Βλεμμύων γένη Ἰνδῶν τε καὶ Αἰθιόπων,
οἳ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν, τῇ τῶν εἰρημένων ἐθεωρεῖτο ἱστορίᾳ.
οἱ δ᾿ ἀσπίδας καὶ δόρατα μακρὰ καὶ βέλη καὶ τόξα, τὴν διὰ τούτων ὑπηρεςίαν τε καὶ συμμαχίαν βουλομένῳ βασιλεῖ παρέχειν ἐνδεικνύμενοι.
αὐτοῖς διαφανεστέρους, ὥστ᾿ ἤδη πλείους τὴν ἐνταυθοῖ στέργειν διατριβὴν ἐπανόδου τῆς εἰς τὰ οἰκεῖα λήθην πεποιημένους.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.