τ’ ἐξάψαντες κύκλῳ ἐπὶ σκευῶν χρυςῶν θαυμαστὸν θέαμα τοῖς ὁρῶσι παρεῖχον, οἷον ἐπ’ οὐδενὸς πώποτε ὑφ’ ἡλίου αὐγαῖς ἐκ πρώτης αἰῶνος συστάσεως ἐπὶ γῆς ὤφθη. 2ἔνδον γάρ τοι ἐν αὐτῷ παλατίῳ κατὰ τὸ μεσαίτατον τῶν βασιλείων ἐφ’ ὑψηλῆς κείμενον χρυςῆς λάρνακος τὸ βασιλέως σκῆνος, βασιλικοῖς τε κόσμοις πορφύρᾳ τε καὶ
διαδήματι τετιμημένον, πλεῖστοι περιστοιχισάμενοι ἀπαγρύπνως δι’ ἡμέρας καὶ νυκτὸς ἐφρούρουν.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.