ὧν καὶ ὁ σωωτὴρ εἰς ἡμέτερον τύπον τοῦ λουτροῦ μετασχεῖν μνη- μονεύεται· θεὸς δ’ ἄρατὸ συμφέρον εἰδώς ἐντεῦθεν ἤδη τούτων ἡμᾶς ἀξιοῖ.
ὁμοῦ τοῖς πᾶσιν ἐκκλησιάζοντα κοινωνεῖν ἅπαξ ὥρισται, καὶ θεσμοὺς ἥδη βίου θεῷ πρέποντας ἐμαυτῷ διατετάξομαι. ‘’
ἀναγεννώμενος ἐτελειοῦτο, θείας τε σφραγῖδος ἀξιούμενος ἀγάλλετο τῶ πνεύματι ἀνεκαινοῦτό τε καὶ φωτὸς ἐνεπίμπλατο θείου, χαίρων μὲν τῇ ψυχῇ δι’ ὑπερβολὴν πίστεως, τὸ δ’ ἐναργὲς καταπεπληγὼς τῆς ἐνθέου δυνάμεως.
λευκοτάτῃ τε στρωμνῇ διανεπαύετο, οὐκ ἔθ’ ἁλουργίδος ἐπιψαῦσαι θλεήσας.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.