τὴν μὲν σύνοδον ἐτίμα φιλοφρόνῳ δεξιώσει ἑστιάσεσί τε λαμπραῖς κα συμποτικαῖς εὐωχίαις, πτωχοῖς δ'ἀνείμοσι πενήτων τ'ἀνδρῶν καὶ γυναικῶν μυρίοις πλήθεσι, τροφῆς καὶ τῶν λοιπῶν χρειῶν ἐν ἐνδείᾳ καθεστῶσι, πολυτελεῖς διαδόσεις χρημάτων καὶ περιβλημάτων ἀποιεῖτο, ἤδη δὲ καὶ τὸν πάντα νεὼν πλουσίοις καὶ βασιλικοῖς ἀναθήμασι
κατεποίκιλεν. ἀλλ'ὁ μὲν ταὐτην ἐπλήρου τὴν ὑπηρεσίαν,
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.