ἡ ἐπὶ τοῦ Φοινίκων ἔθνους αὐτοῦ βασιλέως ἐπώνυμος, ἧς οἱ πολῖται δυσεξαρίθμητα ξοάνων ἱδρύματα πυρὶ παραδόντες τὸν σωτήριον ἀντικατηλλάξαντο νόμον.
ξοάνων, ὡσανεὶ τὸ μηθὲν ὄντα ἠφάνιζον, ναούς τ’ αὐτῶν καὶ τερμένη εἰς ὕψος ἠρμένα μηδενὸς ἐπικελεύοντος καθῄρουν, ἐκκληςίας δ’ ἐκ θεμελίων ἀνιστῶντες τὰ τῆς προτέρας ἀντικατηλλάττοντο πλάνης. ἀλλὰ γὰρ καθ’ ἕκαστα γράφειν τῶν τοῦ θεοφιλοῦς πράξεων οὐχ ἡμέτερον ἂν εἴη μᾶλλον ἢ τῶν τὸν πάντα χρόνον αὐτῷ συνεῖναι κατηξιωμένων·
ἡμεῖς δ’ ἐν ὀλίγῳ τὰ ἡμῖν διεγνωσμένα τῇδε παραδόντες τῇ γραφῇ ἐπὶ τὸν ὕστατον αὐτοῦ τῆς ζωῆς διαβηςόμεθα χρόνον.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.