βασιλικῷ προστάγματι διελύοντο, ἡμαύνοντό τε οἱ θῆρες οἱ τε τῆς τούτων δυσσεβείας ἔξαρχοι. τῶν δ᾿ ὑπὸ τούτων ἡπατημένων οἱ μὲν νόθῳ φρονήματι βασιλικῆς ἀπειλῆς φόβῳ τὴν ἐκκλησίαν ὑπεδύοντο, τὸν καιρὸν κατειρωνευόμενοι ἐπεὶ καὶ διερευνᾶσθαι τῶν ἀνδρῶν τὰς βίβλους διηγόρευεν ὁ νόμος, ἡλίσκοντό τ᾿ ἀπεργμένας κακοτεχνίας
μετιόντες, οὗ δὴ χάριν πάντα ἔπραττον εἰρωνείᾳ τὴν σωτηρίαν ποριζόμενοι, οἱ δὲ καὶ σὺν ἀληθεῖ τάχα που λογισμῷ ηὐτομόλουν ἐπὶ τὴν τοῦ κρείττονος ἐλπίδα.
ἐγκρυπτομένους προβάτων, τοὺς δὲ ψυχῇ καθαρᾷ τοτῦτο πράττοντας δοκιμάζοντες χρόνῳ μετὰ τὴν αὐτάρκη διάπειραν τῷ πλήθει τῶν εἰσαγομένων κατέλεγον.
αἰτίᾳ διεστῶτας, ἀμελλήτως εἰσεδέχοντο. οἱ δ᾿ ἀγεληὸν ὥσπερ ἐξ ἀποικίας ἐπανιόντες τὴν αὐτῶν ἀπελάμβανον πατρίδα, καὶ τὴν μητέρα, τὴν ἐκκλησίαν, ἐπεγίνωσκον, ἧς ἀποπλανηθέντες χρόνιοι σὺν εὐφροσύνῃ καὶ χαρᾷ τὴν εἰς αὐτὴν ἐπάνοδον ἐποιοῦντο, ἡνοὐτό τε τὰ τοῦ κοινοῦ σώματος μέλη καὶ ἁρμονίᾳ, συνήπτετο μιᾷ, μόνη τε ἡ
καθολικὴ τοῦ θεοῦ ἐκκλησία εἰς ἑαυτὴν συνεστραμμένη διέλαμπεν, μησαμοῦ γῆς αἱρετικοῦ συστήματος μησὲ σχισματικοῦ λειπομένου. καὶ τούτους δὲ μόνου τοῦ μεγάλου κατορθώματος μόνος τῶν πώποτε τὴν αἰτίαν τοὺ θεὸν ὁ τῷ θεῷ μεμελημένος βασιλεὺς ἐπεγράφετο.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.