συστημάτων, ὅσοις ψεύσεσιν ἡ παρ᾿ ἡμῖν ματαιότης ἐμπέπλεκται, καὶ ὁπως ἰοβόλοις τιδὶ φαρμάκοις ἡ ὑμετέρα συνέχεται διδασκαλία, ὡς τοὺς μὲν ὑγιαίνοντας εἰς ἀσθένειαν τοὺς δὲ ζῶντας εἰς διηνεκῆ θάνατον ἀπάγεσθαι δι᾿ ὑμῶν.
ἐστὶν ἐναντία, αἰσχροῖς πονηρεύμασι συνᾴδοντα, ἀτοπίαις καὶ δράμασι χρήσιμα, δι᾿ ὧν ὑμεῖς τὰ μὲν ψευδῆ κατασκευάζετα, τοὺς δ᾿ ἀναμαρτήτους θλίβετε, τὸ φῶς τοῖς πιστεύουσιν ἀρνεῖσθε. ἐπὶ προσχήματι γοῦν θειότητος ἀεὶ πλημμελοῦντες, πάντα μιαίνετε, τὰς ἀθώους καὶ καθαρὰς συνειδήσεις θανατηφόροις πληγαῖς τραυματίζετε,
αὐτὴν δὲ σχεδὸν εἰπεῖν τὴν ἠμέραν τῶν ἀνθρωπείων ὀφθαλμῶν καθαρπάζετε.
περαιτέρω τῶν τοιούτων κακῶν; ἀλλ᾿ ἡ μακρὰ παρεπιθύμησις ὥσπερ λοιμικῷ νοσήμαται καὶ τοὺς ὑγιαίνοντας χραίνεσθαι ποιεῖ. τίνος οὖν ἕνεκεν τὴν ταχίστην τὰς ῥίζας ὡς εἰπεῖν τῆς τοσαύτης κακίας οὐ διὰ δημοσίας ἐπιστρεφείας ἐκκόπτομεν;“
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.