λαὸν ἔργαψα ὅπερ ἀρεστόν τε τῷ θεῷ ἦν καὶ ἁρμόζον τῇ ἐκκλησίᾳ, ἀντίγραφόν τε τῆς ἐπιστολῆς ὑποταχθῆναι τοῖς γράμμασι τούτοις ἐνετειλάμην, ὡς ἂν καὶ αὐοὶ γινώσκοιτε ὅ τί ποτε τῷ τοῦ δικαίου λόγῳ προκληθεὶς πρὸς τὸν λαὸν γράψαι προειλόμην, ἐπειδὴ τοῦτο τοῖς γράμμασιν ὑμῶν περιείχετο, ὥστε κατά γε τὴν τοῦ λαοῦ καὶ
τὴν τῆς ὑμετέρας προσιρέσεως σύνεσίν τε καὶ βούλησιν Εὐσέβιον τὸν ἱερώτατον ἐπίσκοπον τῆς Καισαρέων ἐκκλησίας ἐπὶ τῆς Ἀντιοχέων προκαθέζεσθαι καὶ τὴν ὑπὲρ ταύτης ἀναδέξασθαι φροντίδα.
θεοῦ ἐμπιστευθεῖσαν ἐκκλησίαν ἂν ἀπολιπεῖν· ἔδοξεν οὖν τὴν οὕτω δικαίαν πρόθεσιν καὶ πᾶσιν ὑμῖν φυλακτέαν κυρίαν μᾶλλον ποιήσασθαι μήδ᾿ ἀποσπάσαι αὐτὸν τῆς ἰδίας ἐκκλησίας. ἐχρῆν δ᾿ ὑμῶν τῇ συνέσει καὶ τὴν ἐμὴν γνώμην ἐμφανῆ γενέσθαι. ἀφῖκται γὰρ εἰς ἐμὲ Εὐφρόνιόν τε τὸν πρεσβύτερον πολίτην ὄντα τῆς κατὰ Καππαδοκίαν Καισαρείας
καὶ Γεώργιον τὸν Ἀρεθούσιον πρεσβύτερον ὡσαύτως, ὃν ἐπὶ τῆς τάξεως ταύτης Ἀλέξανδρος ἐν Ἀλεξανδρείᾳ κατεστήσατο, εἶναι τὴν πίστιν δοκιμωτάτους.
παραδόσει σύμφων ἂν εἴη. τῶν γὰρ τοιούτων εὐτρεπισθέντων δυνήσεται ὑμῶν ἡ σύνεσις κατὰ τὸν τῆς ἐκκλησίας κανόνα καὶ τὴν ἀποστολικὴν παράδοσιν οὕτω ῥυθμίσαι τὴν χειροτονίαν, ὡς ἂν ὁ τῆς ἐκκλησιαστικῆς ἐπιστήμης ὑφηγῆται λόγος. ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.“
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.