ὑμῶν ὁμόνοια, καὶ ἔγωγε ὑμᾶς, ἀδελφοί, ἀθάνατον φιλίαν φιλεῖν ἔγνωκα, προκληθεὶς τῷ τε νόμῳ καὶ τῷ βίῳ καὶ ταῖς σπουδεῖς ταῖς ὑμετέραις. τοῦτο οὖν ἐστιν ὡς ἀληθῶς ὀρθῶς τὰ καλὰ καρποῦσθαι τὸ ὀρθῇ τε καὶ ὑγιεῖ κεχρῆσθαι διανοίᾳ.
ὑμῖν ἥ μίσους αἰτίαν φήσαιμι. ἐν οὖν τοῖς ἀδελφοῖς, οὔς μίς τε καὶ ἡ 2 αὐτὴ διάθεσις ὀρθῆς καὶ δικαίας ὁδοῦ πορείαν τῷ θεῷ κατεπαγγέλλεται εἰς ἁγνήν τε καὶ ὁσίαν ἑστίαν ἐγγράφειν, τί ἄν τιμιώτερον γένοιτο τοῦ μετ' εὐτυχίας τοῖς πάντων καλοῖς ὁμογνμονεῖν; μόλιστα ὄπου τὴν πρόθεσιν ὑμῶν ἡ ἐκ τοῦ νόμου παίδευσις εἰς καλλίω διόρθωσιν φέρει,
καὶ τὴν ἡμετέραν κρίσιν βεβαιοῦσθαι τοῖς ἀγαθοῖς ἐπιθυμοῦμεν δόγμασι.
ἐπίσκοπον ἤδη Καισαρέων ὄντα, ὄν καὶ αὐτὸς παιδεύσεώς τε καὶ ἐπιεικείας ἔνεκεν καλῶς γε ἐκ πολλοῦ γινώσκω, ἑώρων ὑμᾶς ἐγκειμένως αὐτὸν σφετεριζομένους.
τοῦ λόγου καὶ τῆς γνώμης τοῦ σωτῆρος ἡμῶν εἰκόνα ὤσπερ ἡμῖν τοῦ βίου δίδως, ὡς δυσχερῶς ἄν καὶ αὐτὴ τοῖς ἁμαρτήμασιν ἀντιβαίης, τῆς νίκης περιγενέσθαι ὁ τῆς δἐρήνης μᾶλλον ἀντιποιούμενος· ὡς ὅπου γέ τοί τινι τὸ πρέπον ἔξεστιν, οὐδεὶς ὁ μὴ τερπόμενος
εὑρεθείη.
κύριόν τε και βέβαιον ὀφεῖλον μένειν χρή, ὡς μὴ ταῖς ἰδίαις γνώμαις ἕκαστον ἀρκεῖσθαι καὶ τῶν οἰκείων πάντας ἀπολαύειν ἔν τε ἐφαμίλλῳ διασκέψει εἰς τὴν τοῦδε τοῦ ἀνδρὸς σύγκρισιν οὐχ ἔνα μόνον ἀλλὰ καὶ πλείους ἐκφῆναι.
ἐπ' ἴσης ἀγαπητὰς εἶναι συμβαίη. συμβαίη. οὐδὲ γὰρ εὔλογον εἰς ἑτέρων 3 πλεονέκτημα ποιεῖσθαι τὴν περὶ τούτων ἐπίσκεψιν, τῆς πάντων διανοίας ἐπ' ἴσης, ἄν τ' ἐλάττους ἄν τε μείζους εἶναι δοκοῖεν, τὰ θεῖα δόγματα ὑποδεχομένης τε καὶ φυλαττούσης, ὡς κατὰ μηδὲν τοὺς ἑτέρους τῶν ἑτέρων εἰς τὸν κοινὸν νόμον ἐλαττοῦσθαι.
λοιπὸν γνώριμον διαρρήδην ἀποφαινόμεθα, ὡς οὐ κάθεξιν ἀλλ' ἀφαίρεσιν μᾶλλον ἅν εἴποι τις ἔσεσθαι τἀνδρός καὶ βίας ἔργα οὐ δικαιοσύνης γενήσεσθαι τὸ γινόμενον, ἄν θ' οὔτως ἄν θ' ἑτέρως τὰ πλήθη φρονῇ· ὡς ἔγωγε διαρρήδην καὶ εὐτόλμως ἀποφαίνομαι ἐγκλήματος ὑπόθεσιν εἶναι τοῦτο προκαλούμενον οὐ τῆς τυχούσης
στάσεως ταραχήν. ἐπισημαίνουσι γοῦν τὴν τῶν ὀδόντων φύσιν τε καὶ δύναμιν καὶ ἀρνειοί, ὄταν τοῦ ποιμένος τῆς συνηθείας τε καὶ θεραπείας ὑπολισθξούσης ἐπὶ τὰ χείρω τῆς πρὶν διαγωγῆς ἀποστερηθῶσιν.
πρῶτον αὑτῆς ἐλαττγωθὲν αἰσθήσεται· εἶθ' ὄτι καὶ δι' ὀρθὴν συμβουλὴν ἀφικόμενος τὸ κατ' ἀξίαν ἐκ τῆς θείας κρίσεως καρποῦται, οὐ τὴν τυχοῦσαν χάριν εἰληφώς, τῷ περὶ αὐτοῦ τοσαύτην ὑμᾶς ἐπιεικείας ψῆφον ἐνέγκασθαι. ἐπὶ τούτοις, ὄ τὴς ὑμετέρας συνηθείας ἐστίν,
ἀγαθῇ γνώμῃ σπουδὴν τὴν πρέπουσαν εἰσενέγκασθε εἰς ἐπιζήτησιν ἀνδρὸς οὖ χρῄζετε, ἀποκλείσαντες πᾶσαν στασιώδη καὶ ἄτακτον βοήν· ἀεὶ γὰρ ἄδικος ἡ τοιαύτη, κἀκ τῆς τῶν διαφορῶν συγκρούσεως σπινθῆρές τε καὶ φλόγες ἐξανίστανται.
τὸν ὄρμον τῆς ὑμετέρας πραότητος· ἐξ οὖ τὸν ῥύπον ἐκεῖνον ἀπωσάμενοι ἀντεισηνέγκατε ἤθει ἀγαθῷ τὴν ὁμόνοιαν, βέβαιον τὸ σημεῖον ἐνθέμενοι, δρόμον τε οὐράνιον εἰς φῶς δραμόντες, πηδαλίοις θ' ὡ ἄν εἴποι τις σιδηροῖς. διόπερ καὶ τὸν ἄφθαρτον φόρτον ᾔρησθε· πᾶν γὰρ τὸ τὴν ναῦν λυμαινόμενον ὤσπερ ἐξ ἀντλίας ἀνάλωται. διὸ
δεῖ νῦν προνοήσασθαι τὴν ἀπόλαυσιν τούτων ἁπάντων οὔτως ἔχειν, ὡς ἄν μὴ δεύτερον ἀβούλῳ καὶ ἀλυσιτελεῖ σπουδῇ καθόλου τι 4 πήξασθαι ἤ τὴν ἀρχὴν ἐπιχειρῆσαι μὴ συμφέρον δοκοίημεν. ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.“
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.