γιγνόμενα βασιλέως προστάγματι, ἑτέρων δ’ ἡ ἐπὶ τοῖς ὀρόφοις στέγη τῶν καλυπτήρων ἀφαιρουμένων ἐφθείρετο, ἄλλων τὰ σεμνὰ χαλκουργήματα, ἐφ’ οἷς ἡ τῶν παλαιῶν ἀπάτη μακροῖς ἐσεμνύνετο χρόνοις, ἔκδηλα τοῖς πᾶσιν ἐν ἀγοραῖς πάσαις τῆς βασιλέως πόλεως προὐτίθετο, ὡς εἰς ἀσχήμονα θέαν προκεῖσθαι τοῖς ὁρῶσιν ὧδε μὲν
τὸν Πύθιον, ἑτέρωθι δὲ τὸν Σμίνθιον, ἐν αὐτῷ δ’ ἱπποδρομίῳ τοὺς ἐν Δελφοῖς τρίποδας, τὰς δ’ Ἑλικωνίδας Μούσας ἐν παλατίῳ.
μακροῖς αἰῶσιν οἱ τὴν πλάνην νενοσηκότες ὀψέ ποτε φρονεῖν ἔγνωσαν, τούτοις αὐτοῖς ἀθύρμασιν ἐπὶ γέλωτι καὶ παιδιᾷ τῶν ὁρώντων βασιλέως κεχρημένου.
ἐρριμμένα, λείαν τε καὶ ὁμαλὴν τοῦ λοιποῦ τὴν βασιλικὴν τοῖς πᾶσιν ἀναπετάσας πορείαν.
κἄπειτ’ ἀπογυμνοῦντες τοῦ φάσματος καὶ τὴν εἴσω τῆς ἐπικεχρωσμένης μορφῆς ἀμορφίαν τοῖς πάντων ὀφθαλμοῖς ἐνδεικνύμενοι. εἶτ’ ἀποξέοντες τὸ δοκοῦν χρήσιμον τῆς ὕλης, χωνείᾳ τε καὶ πυρὶ δοκιμάζοντες, τὸ μὲν λυσιτελὲς ὅσον αὐτοῖς ἀναγκαῖον ἐνομίζετο ἐν ἀσφαλεῖ τιθέμενοι συνεῖχον, τὸ δ’ ἄλλως περιττὸν καὶ ἄχρηστον εἰς
μνήμην αἰσχύνης παρεχώρουν τοῖς δεισιδαίμοσιν.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.