χρυσοῦ τε πετάλοις ἐκλάμποντα. τοσοῦτος δὲ θεῖος ἔρως τὴν βασιλέως κατελήφει ψυχήν, ὡς ἐν αὐτοῖς τοῖς ἀνακτόροις τῶν βασιλείων, κατὰ τὸν πάντων ἐξοχώτατον οἶκον τῆς πρὸς τῷ ὀρόφῳ κεχρυσωμένης φατνώσεως κατὰ τὸ μεσαίτατον, μεγίστου πίνακος ἀνηπλωμένου μέσον ἐμπεπῆχθαι τὸ τοῦ σωτηρίου πάθους σύμβολον ἐκ
ποικίλων συγκείμενον καὶ πολυτελῶν λίθων ἐν χρυσῷ πολλῷ κατειργασμένων. φυλακτήριον δὲ ἐδόκει τοῦτο αὐτῆς βασιλείας τῷ θεοφιλεῖ πεποιῆσθαι.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.