μικτὸς ἦν ἐχθροῦ καὶ πολεμίου κρείττων.
τὸν Χριστὸν τοῦ θεοῦ διεχλεύαζον φωναὶς, ὀ δὲ ἐφ’ ᾧ μέλιστα οἱ ἄθεοι τὰς βλασφημίας ἐκίνουν τοῦὸ νικητικὸν ἐπεγράφετο φυλακτήριον, τῷ τοῦ πάθους σεμνυνόμενος τροπαίῳ. οἱ μὲν ἤλαυνον ἀοίκους καὶ ἀνεστίους καθιστῶντες τοὺς θεραπευτὰς τοῦ θεοῦ, ὁ δὲ ἀνεκαλεῖτο τοὺς πάντας καὶ ταὶς οἰκείαις ἀπεδίδου ἑστίαις.
μὲν ἀτιμίαις περιέβαλλον, ὁ δὲ ἐντίμους καὶ ζηλωτοὺς καθίστη τοῖς ἅπασιν. οἰ μὲν ἐδήμευον ἀδίκως τῶν θεοσεβῶν ἀφαρπάζοντες τοὺς βίους, ὁ δὲ ἀπεδίδου πλείστοις ἐπιδαψιλεύμενος χαρίσμασιν. οἱ μὲν διατάμασιν ἐγγράφοις τὰς κατὰ τῶν προέδρων ἐδηοςίευον συκοφαντίας, ὁ δὲ ἔμπαλιν ἐπαίρων καὶ ἀνυψῶν τῇ παρ’αὐτῷ τιμῇ τοὺς
ἄνδρας προγράμμασι καὶ νόμοις διαφανεστέρους ἐποίει.
δὲ τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν παρ’ ἑαυτῷ συνεκρότει, βασιλείων τ’ εἴσω παρεῖναι καὶ μέχρι τῶν ἐνδοτάτω χωρεῖν ἑστίας τε καὶ τραπέζης βασιλικῆς κοινωνοὺς γενέσθαι ἡξέιου. οἱ μὲν ἐτίμων ἀναθήμασι τοὺς δαίμονας, ὀ δὲ ἀπεγύμνου τὴν πλάνην, τὴν ἄχρηστον τῶν ἀναθημάτων ὕλην τοῖς χρῆσθαι δυνατοῖς διηνεκῶς νέμων. οἱ μὲν
τοὺς νεὼς φιλοτίμως κοσμεῖν ἐκέλευον, ὁ δὲ ἐκ βάιρωμ λαιῄρει τούτων αὐτῶν τὰ μάλιστα παρὰ τοῖς δεισιδαίμοσι πολλοῦ ἄξια.
οὐ διελίμπανεν. οἱ μὲν τῶν βασιλικῶν οἴκων ἤλαυνον τοὺς θεοσεβεῖς ἄνδρας, ὁ δ’ αὐτοῖς μάλιστα τούτοις διετέλει θαρρῶν, εὔνους αὐτῷ καὶ πιστοὺς ἁπάντων μᾶλλον τούτους εἶναι γινώσκων.
καὶ μεγαλοφύχῳ δεξιᾷ τὰς μεταδόσεις ἐποιεῖτο. οἱ μὲν μυρίους κατειργάζοντο φόνους ἐφ’ ἁρπαγῇ καὶ δημεύσει τῆς τῶν ἀναιρουμένων οὐσίας, Κωνσταντίνου δ’ ἐπὶ τάσῃ τῇ βασιλείᾳ πᾶν ξίφος ὡς ἄχρηστον τοῖς δικασταῖς ἀπῃώρητο, τῶν κατ’ ἔθνος δήμων τε καὶ πολιτευτῶν ἀνδρῶν πατρονομουμένων μᾶλλον ἤ ἀπ’ ἀνάγκαις ἀρχομένων.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.