ὑπὸ γυναικὸς θάνατον ὑποστῆναι. Μακεδόνων δ’ Ἀλέξανδρον Ἑλλήνων ᾄδουσι παῖδες μυρία μὲν παντοίων ἐθνῶν γένη καταστρέψασθαι, θᾶττον δ᾿ ἢ συντελέσαι εἰς ἄνδρας ὠκύμορον ὠκύμορον κώμοις ἀποληφθέντα καὶ μέθαις. δύο μὲν οὑτος πρὸς τοῖς τριάκοντα τὴν πᾶσαν ζωὴν ἐνιαυθτοῖς ἐπλήρου, τούτων δὲ τὴν τρίτην οὑ πλέον ὁ
τῆς βασιλείας περιώριζε χρόνος, ἐχώρει δὲ δί αἱμάτων ἀνὴρ σκηπτοῦ δίκην, ἀφειδῶς ἔθνη καὶ πόλεις ὅλας ἡβηδὸν ἐξανδραποδιζφόμενος. ἄρτι δὲ μικρὸν ἀνθούσης αὐτῷ τῆς ὤρας καὶ τὰ παιδικὰ πενθοῦντι δεινῶς τὸ χρεὼν ἐπιστὰν ἄτεκνον ἄρριζον ἀνέστιον ἐπ᾿ ἀλλοδαπῆς καὶ πολεμίας αὐτόν, ὡς ἂν μὴ εἰς μακρὸν λυμαίνοιτο τὸ θνητὸν
γένος, ἠφάνιζεν. αὐτίκα δ’ ἡ βασιλεία κατετέμνετο, τῶν θεραπόντων ἑκάστου μοῖράν τινα περισπῶντος καὶ διαρπάζοντος ἑαυτῷ. ἀλλ᾿ ὀ μὲν ἐπὶ τοιούτοις ἀνυμνεῖται χοροῖς.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.