ὑπερβολῇ φιλοτίμῳ τὸν τῆς τιμῆς προαρξάμενον νικῶν ταῖς ἀντιδόσεσι. πυθόμενος γέ τοι παρὰ τῷ Περςῶν ἔθνει πληθύειν τὰς τοῦ θεοῦ ἐκκληςίας λαούς τε μυριάνδρους ταῖς Χριστοῦ ποίμνας ἐναγε- 1 2 λάζεσθαι, χαίρων ἐπι τῇ τούτων ἀκοῇ οἷά τις κοινὸς τῶν ἁπανταχοῦ κηδεμὼν πάλιν κἀνταῦθα τὴν ὑπὲρ τῶν ἁπάντων ἐποεῖτο πρόνοιαν. οἰκείαις δ᾿ οὖν αὐτὸς καὶ τοῦτο παραστήσει φωναῖς δι᾿ ὧν πρὸς τὸν Περςῶν βασιλέα διεπέμψατο γραμμάτων, σὺν ἐμμελείᾳ τῇ πάσῃ καὶ
ἐπιστρεφεία τοὺς ἄνδρας αὐτῷ παρατιθέμενος. φέρεται μὲν οὖν Ῥωμαίᾳ γλώττῃ παρ᾿ αὐτοῖς ἡμῖν καὶ τοῦτο τὸ βασιλέως ἰδιόγραφον γράμμα, μεταβληθὲν δ᾿ ἐπὶ τὴν Ἑλλήνων φωνὴν γνωριμώτερον γένοιτ᾿ ἂν τοῖς ἐντυγχάνουσιν, ὧδέ πη περιέχον.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.