τινα λόγον ἐπὶ τοῦ συνήθους διῆλθεν ἀκροατηρίου, μαδρὸν τε κατα- τείνας ἐν τούτῳ περὶ ψυχῆς ἀθανασίας διεξᾐει περὶ τε τῶν εὐσεβῶς τὴν παροῦσαν διηνυκότων ζωὴν τῶν τε τοῖς θεοφιλέσι παρ’ αὐτῷ θεῷ τεταμιευμένων ἀγαθῶν, μαδραῖς δ’ ἀποδείξεσι καὶ τὸ τῶν ἐναντίων τάγμα ὁποίου τέλυς τεύξεται φανερὸν ἐποίεν, τῶν ἀθών
τὴν καταστροφὴν παραδιδοὺς τῇ γραφῇ· ὅ δὴ καὶ ἐμβριθῶς μαρτυρό- μενος καθάπτεσθαι τῶν ἀμφ’ αὐτὸν ἐδόκει, ὡς καί τινα τῶν δοκησι- σόφων ἔρεσθαι ὅπως ἔχειν αὐτῷ φαίνοιτο τὰ λεγόμενα, τὸν δ’ ἐπι- μαρτυρῆσαι τοῖς λόγοις ἀλήθειαν, σφόδρα τε καίπερ οὐκ ἐθέλοντα ἐπαινεῖν τὰς κατὰ τῶν πολυθέων διδασκαλίας.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.