ἐκκλησίας τοῦ θεοῦ, αὐτοῦ τε βασιλέως ὕπερ, τοῦ τῶν τοσούτων αἰτίου, παίδων τ'αὐτοῦ θεοφιλῶν ἰκετηρίους εὐχὰς τῷ θεῷ προσαναφέροντες. 3ἔνθα δὴ καὶ ἡμεῖς τῶν ὑπὲρ ἡμᾶς ἀγαθῶν ἡξιωμένο ποικίλαις ταῖς εἰς τὸ κοινὸν διαλέξεσι τὴν ἐορτὴν ἐτιμῶμεν, τοτὲ μὲν τῶν διὰ γράμματος βασιλεῖ πεφιλοκαλημένων τὰς ἐκφράσεις
ἑρμηνεύοντες, τοτὲ δὲ καιρίους καὶ τοῖς προκειμένοις συμβόλοις τὰς προφητικας ποιούμενοι θεωρίας. οὕτω μὲν ἡ τῆς ἀφιερώσεως ἐορτὴ ἐν αὐτῇ τῇ βασιλέως τριακονταετηρίδι σὺν εὐφροσύναις ἐπετελεῖτο.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.