ὃ μετὰ χεῖρας φέρων ἔτυχεν· „τὸν σύμπαντα τοῦ βίου πλοῦτον“, ἔφη, „καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον εἰ κτήσαιο, πλέον οὐδὲν τουτουὶ τοῦ περιγραφέντος γηδίου ἀποίσεις, εἰ δὴ κἂν αὐτοῦ τύχοις.“ ἀλλ’ οὐδένα ταῦτα λέγων τε καὶ πράττων ἔπαυεν ὁ μακάριος, τὰ πράγματα δ’ ἐναργῶς αὐτοῖς θεοπροπίοις ἔπεισεν ἀλλ’ οὐ ψιλοῖς ῥηματίοις ἐοικέναι
τὰ βασιλέως θεσπίσματα.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.