λειτουργῶν τὰ ἀκρουίνια, εἶς τ' οἶκος εὐτήριος ὥσπερ ἐκ θεοῦ πλατυνόμενος ἔνδον ἐχώρει κατὰ τὸ αὐτὸ Σύρους ἅμα καὶ Κιλικας, Φοίνικάς τε καὶ Ἀραβίους καὶ Παλαιστινούς, καὶ ἐπὶ το΄'υτοις Αἰγυπτίους, Θηβαίους, Αἰβυας, τοὺς τ' ἐκ μέσης τῶν ποταμῶν ὁρμωμένους· ἤδη καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν, οὐδὲ Σκύθης ἀπελιμπάνετο
τῆς χορείας, Πόντος τε καὶ Γαλατία, Καππαδοκία τε καὶ Ἀσία Φρυγία τε καὶ Παμφυλία τοὺς παρ' αὐτοῖς παρεῖχον ἐκκρίτους· ἀλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες, Ἀχαιοί τε καὶ Ἠπειρῶται, τούτων θ' οἱ ἔτι προσωτέρω οἰκοῦντες ἀπήντων, αὐτῶν τε Σπάνων ὁ πάνυ βοώμενος εἶς ἦν τοῖς πολλοῖς ἅμα συνεδρεύων.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.