ἀμφὶ τὸ σωτήριον ἄντρον ἐγκελεύεται πλουσίᾳ καὶ βασιλικῇ δείμασθαι πολυτελείᾳ, ὡς ἄν ἐκ μακροῦ τοῦτο προτεθειμίνος καὶ τὸ μέλλον ἔσεσθαι κρείττονι προμηθείᾳ τεθεαμένους. τοῖς μὲν δὴ τῶν ἐθνῶν ἐπὶ τὴς ἑῴας ἄρχουσιν ἀφθόνοις καὶ δαφιλέσι χορηγίαις ὑπερφυές τι καὶ μέγα καὶ πλούσιον άποδεικνύναι τὸ ἔργον διεκελεύετο, τῷ δὲ τῆς
ἐκκλησίας ἐπισκόπῳ τῷ τηνικαῦτα τῆς ἐν Ἱεροσολύμοις προεστῶτι τοιάνδε κατέπεμπε γραφήν, δι’ ἧς τὸ φιλόθεον τῆς αὐτοῦ ψυχῆς τό τε καθαρὸν τῆς εἰς τὸν σωτήριον λόγον πίστεως ἐναργέσι φωναῖς παρίστη, τοῦτον γράφων τὸν πρόπον.
Ἱεροσολύμοις ἐκκλέως περὶ τῆς οἰκοδομῆς τοῦ μαρτυρίου.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.