δ' οἱ μὲν ἀρξάμενοι κατῃτιῶντο τοὺς πέλας, οἱ δ' ἀπελογοῦντό τε καὶ ἀντεμέμφοντο. πλείστων δῆτα ὑφ' ἑκατέρου τάγματος προτεινομένων πολλῆς τ' ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο βασιλεὺς τῶν πάντων σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τ' ἀντιλαμβανόμενος τῶν παρ' ἑκατέρου
τάγματος λεγομένων,ἠρέμα συνήγαγε τοὺς φιλονείκως ἐνισταμένους
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.